Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δημητρίου τύχῃ σώζεσθαι Δημήτριον, ἀλλὰ τῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φιλανθ ρωπίας καὶ χρηστότητος ἐπίδειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητὰς σκηνήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε, καὶ τἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς.

ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ, τοῦ Δημητρίου γεγονὼς συνήθης· τοῦτον εὐθὺς ἐξέπεμψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν. φανερᾶς δὲ τῆς γνώμης αὐτοῦ γενομένης ὀλίγοι τὸ πρῶτον, εἶτα οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δημήτριον, ἁμιλλώμενοι καὶ φθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ εὐθὺς παρὰ τῷ Σελεύκῳ μέγιστος ἔσεσθαι.

τοῦτο δὲ ἐκείνῳ μὲν εἰς φθόνον μετέβαλε τὸν ἔλεον, τοῖς δὲ κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ διαφθεῖραι τὴν φιλανθ ρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλʼ ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα, μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν.