Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλπίδα κατέστη καὶ συνίστατο πάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν, Ἀθηναῖοι δὲ ἀπέστησαν αὐτοῦ. καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν, ὥσπερ ἦν πάτριον, ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπεμποντο,

116
μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δημήτριον ὁρῶντες.

ὁ δὲ ὀργῇ μὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου πεμφθέντος ὑπὸ τοῦ δήμου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου καὶ δυνατοῦ, τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πεισθείς, τὰ δὲ ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες ἦσαν αὐτῷ, καὶ στρατιώτας μυρίους καὶ χιλίους σὺν ἱππεῦσιν ἐμβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιμάχου Καρίαν καὶ Λυδίαν ἀποστήσων.

δέχεται δὲ αὐτὸν Εὐρυδίκη περὶ Μίλητον, ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρων Πτολεμαΐδα καθωμολογημένην ἐκείνῳ πρότερον διὰ Σελεύκου. ταύτην γαμεῖ Δημήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰ τὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται, πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολλὰς δὲ καὶ βιαζόμενος.