Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγμάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰς Κασάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γενομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατον βασιλέων Δημήτριον, ἀπειπαμένη δὲ πᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ τοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε. Δημήτριος δὲ ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συνῆγεν.

ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν,

  1. ἀλλʼ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ
  2. τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν,
  3. ὥσπερ σελήνης δʼ ὄψις εὐφρόνας[*](εὐφρόνας Sintenis with Nauck, after Brunck; Coraës and Bekker retain the εὐφρόναις of the MSS.) δύο
  4. στῆναι δύναιτʼ ἂν οὔποτʼ ἐν μορφῇ μιᾷ,
    114
  5. ἀλλʼ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα
  6. πρόσωπα καλλύνουσα καὶ πληρουμένη,
  7. χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,
  8. πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται,

ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε[*](τό γε Sintenis: Coraës and Bekker retain the τότε of the MSS.) πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς·

  1. μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν
  2. πάρεστι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.

ἐπεὶ δὲ ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλπίδα κατέστη καὶ συνίστατο πάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν, Ἀθηναῖοι δὲ ἀπέστησαν αὐτοῦ. καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν, ὥσπερ ἦν πάτριον, ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπεμποντο,

116
μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δημήτριον ὁρῶντες.

ὁ δὲ ὀργῇ μὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου πεμφθέντος ὑπὸ τοῦ δήμου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου καὶ δυνατοῦ, τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πεισθείς, τὰ δὲ ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες ἦσαν αὐτῷ, καὶ στρατιώτας μυρίους καὶ χιλίους σὺν ἱππεῦσιν ἐμβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιμάχου Καρίαν καὶ Λυδίαν ἀποστήσων.

δέχεται δὲ αὐτὸν Εὐρυδίκη περὶ Μίλητον, ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρων Πτολεμαΐδα καθωμολογημένην ἐκείνῳ πρότερον διὰ Σελεύκου. ταύτην γαμεῖ Δημήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰ τὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται, πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολλὰς δὲ καὶ βιαζόμενος.

ἔλαβε δὲ καὶ Σάρδεις· καί τινες τῶν Λυσιμάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐτὸν χρήματα καὶ στρατιὰν κομίζοντες. ἐπερχομένου δὲ Ἀγαθοκλέους τοῦ Λυσιμάχου μετὰ δυνάμεως ἀνέβαινεν εἰς Φρυγίαν, ἐγνωκώς, ἄνπερ Ἀρμενίας ἐπιλάβηται, Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγμάτων ἔχεσθαι, πολλὰς ἐξωθουμένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων.