Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὃ κατελείφθη μὲν ἡμιτελὲς ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δὲ ἐτόλμησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενομένων βασιλέων.

οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο· καὶ μάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον. ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν κατέσχεν· ἐκ Λακεδαίμονος δὲ ἑνὸς πρεσβευτοῦ

104
παραγενομένου καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν.

ἀστείως μέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦ τί σὺ λέγεις; ἕνα Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν; ναί, εἶπεν, ὦ βασιλεῦ, πρὸς ἕνα. δόξαντος δὲ αὐτοῦ ποτε δημοτικώτερον ἐξελαύνειν, καὶ πρὸς ἔντευξιν ἔχειν οὐκ ἀηδῶς, σννέδραμόν τινες ἐγγράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένου δὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος ἥσθησαν οἱ ἄνθ ρωποι καὶ παρηκολούθουν· ὡς δὲ ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν ποταμὸν ἐξέρριψε.

καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας, ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου καὶ μὴ βασίλευε εἰπόντος,