Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ εἰς Λάρισσαν ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε (δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον) ὃ ἐμηχανᾶτο. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δημήτριον. ὡς δὲ ἐκεῖνος ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ

90
πρὸς τὰς θύρας συνηκολούθει.

γενόμενος οὖν ὁ Δημήτριος πρὸς ταῖς θύραις κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ τοῦτο μόνον εἰπών, κόπτε τὸν ἑπόμενον, αὐτὸς μὲν ὑπεξῆλθεν, ὁ δὲ Ἀλέξανδρος ὑπʼ ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ προσβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόμενον εἰπεῖν ὡς ἡμέρᾳ μιᾷ φθάσειεν αὐτοὺς ὁ Δημήτριος.

ἡ μὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβον ἔσχεν. ἅμα δὲ ἡμέρᾳ ταραττομένοις τοῖς Μακεδόσι καὶ φοβουμένοις τὴν τοῦ Δημητρίου δύναμιν, ὡς ἐπῄει μὲν οὐδεὶς φοβερός, ὁ δὲ Δημήτριος ἔπεμπε βουλόμενος ἐντυχεῖν καὶ περὶ τῶν πεπραγμένων ἀπολογήσασθαι, θαρρεῖν παρέστη καὶ δέχεσθαι φιλανθ ρώπως αὐτόν.

ὡς δὲ ἦλθεν, οὐ μακρῶν ἐδέησεν αὐτῷ λόγων, ἀλλὰ τῷ μισεῖν μὲν τὸν Ἀντίπατρον, φονέα μητρὸς ὄντα, βελτίονος δὲ ἀπορεῖν, ἐκεῖνον ἀνηγόρευσαν βασιλέα Μακεδόνων, καὶ παραλαβόντες εὐθὺς κατῆγον εἰς Μακεδονίαν. ἦν δὲ καὶ τοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος ἡ μεταβολή, μεμνημένοις ἀεὶ καὶ μισοῦσιν ἃ Κάσανδρος εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόμησεν.