Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Ἀντίγονος δὲ τοῖς πεπραγμένοις ὑπὸ Δημητρίου περὶ Κύπρον ἐπαρθεὶς εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολεμαῖον, αὐτὸς μὲν ἄγων πεζῇ τὴν δύναμιν, Δημητρίου δὲ μεγάλῳ στόλῳ συμπαραπλέοντος. ὃν δὲ τρόπον ἔμελλε κρίνεσθαι τὰ πράγματα, Μήδιος, Ἀντιγόνου φίλος, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους.

ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ· καὶ τέλος, ὡς ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τε οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος.

ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη

44
ὀγδοήκοντα,[*](ὀγδοήκοντα MSS. and most editors: τῶν ὀγδοήκοντα. ) μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος ἐχρῆτο τῷ παιδὶ καὶ δι’ ἐυτυχίαν καὶ δι’ ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε.

λέγεται δὲ τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης, τὸν Ἀντίγονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα, δοκεῖς Λαμιαν, ὦ παῖ, καταφιλεῖν. πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, ἐπυθόμην, φάναι τὸν Ἀντίγονον, ἀλλὰ πότερον Θάσιον ἢ Χῖον ἦν τὸ ῥεῦμα;