Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον ἑαυτῆς λαβοῦσα τὸν Δημήτριον ἐκράτησε τῇ χάριτι καὶ κατέσχεν, ὥστε ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δʼ ἄλλων ἐρώμενον γυναικῶν. μετὰ δὲ τὴν ναυμαχίαν οὐδὲ ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαμῖνα παρέδωκε τῷ Δημητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους καὶ διακοσίους καὶ μυρίους καὶ δισχιλίους ὁπλίτας.

οὕτω δὲ λαμπρὰν καὶ καλὴν τὴν νίκην γενομένην ἔτι μᾶλλον ἐπικοσμῶν ὁ Δημήτριος εὐγνωμοσύνῃ καὶ φιλανθ ρωπίᾳ τοὺς νεκροὺς τῶν πολεμίων ἔθαψε μεγαλοπρεπῶς καὶ τοὺς αἰχμαλώτους ἀφῆκεν· Ἀθηναίοις δὲ χιλίας καὶ διακοσίας ἀπὸ τῶν λαφύρων ἐδωρήσατο πανοπλίας.

Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μιλήσιον Ἀριστόδημον ἔπεμψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν ἁπάντων, καὶ τότε παρεσκευας μένον, ὡς ἔοικε, των κολακευμάτων τὸ μέγιστον ἐπενεγκεῖν τοῖς πράγμασιν. ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν μὲν οὐκ εἴασε τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δʼ ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας,