Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὃ δὲ μάλιστα τῶν τιμῶν ὑπερφυὲς ἦν καὶ ἀλλόκοτον, ἔγραψε Δρομοκλείδης ὁ Σφήττιος ὑπὲρ τῆς τῶν ἀσπίδων ἀναθέσεως εἰς Δελφοὺς παρὰ Δημητρίου λαβεῖν χρησμόν. αὐτὴν δὲ παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσματος οὕτως ἔχουσαν· ἀγαθῇ τύχῃ.

δεδόχθαι τῷ δήμῳ χειροτονῆσαι τὸν δῆμον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφικόμενος πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάμενος ἐπερωτήσει τὸν Σωτῆρα πῶς ἂν εὐσεβέστατα καὶ κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆμος τὴν ἀποκατάστασιν ποιήσαιτο τῶν ἀναθημάτων· ὅ τι δʼ ἂν χρήσῃ, ταῦτα πράττειν τὸν δῆμον. οὕτω καταμωκώμενοι τοῦ ἀνθρώπου προσδιέφθειραν αὐτόν, οὐδὲ ἄλλως ὑγιαίνοντα τὴν διάνοιαν.

ἀλλʼ ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγάγετο χηρεύουσαν Εὐρυδίκην, ἣ Μιλτιάδου μὲν ἦν ἀπόγονος τοῦ παλαιοῦ, συνοικήσασα δὲ Ὀφέλᾳ[*](Ὀφέλᾳ Ziegler, after Wilamowitz: Ὀφέλτᾳ. ) τῷ Κυρήνης ἄρξαντι μετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν εἰς τὰς Ἀθήνας.

οἱ μὲν οὖν Ἀθηναῖοι τὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τιμὴν τῆς πόλεως· ἄλλως δὲ ὁ Δημήτριος εὐχερής τις ἦν περὶ γάμους, καὶ πολλαῖς ἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστον εἶχε καὶ τιμὴν Φίλα δι’ Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν

34
αὑτοῦ παρὰ Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύτην, ὡς ἔοικε, κομιδῆ νέον ὄντα τὸν Δημήτριον ἔπειθεν ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθʼ ὥραν, ἀλλὰ πρεσβυτέραν, λαβεῖν·

ἀπροθύμως δʼ ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν·

  1. ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον,[*](ἀλλʼ εἰς τὸ κέρδος παρὰ φύσιν δουλευτέον,Phoenissae, 396 (Kirchhoff).)
ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας. τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δὲ ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.