Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δὲ ἄρα καὶ πυρὸς ἕτερα θερμότερα κατὰ τὸν Ἀριστοφάνη. γράφει γάρ τις ἄλλος ὑπερβαλλόμενος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δημήτριον, ὁσάκις ἂν ἀφίκηται, τοῖς Δήμητρος καὶ Διονύσου ξενισμοῖς, τῷ δʼ ὑπερβαλλομένῳ λαμπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν ἀργύριον εἰς ἀνάθημα δημοσίᾳ δίδοσθαι.

τέλος δὲ τῶν τε μηνῶν τὸν Μουνυχιῶνα Δημητριῶνα καὶ τῶν ἡμερῶν τὴν ἕνην καὶ νέαν Δημητριάδα προσηγόρευσαν, καὶ τῶν ἑορτῶν τὰ Διονύσια μετωνόμασαν Δημήτρια. ἐπεσήμηνε δὲ τοῖς πλείστοις τὸ θεῖον. ὁ μὲν γὰρ πέπλος, ᾧπερ ἐψηφίσαντο μετὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς προσενυφῆναι Δημήτριον καὶ Ἀντίγονον, πεμπόμενος

30
διὰ τοῦ Κεραμεικοῦ μέσος ἐρράγη θυέλλης ἐμπεσούσης·

περὶ δὲ τοὺς βωμοὺς τοὺς ἐκείνων ἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον, ἄλλως μηδὲ τῆς χώρας πολλαχοῦ φυόμενον· τῇ δὲ ἡμέρᾳ ᾗ τὰ τῶν Διονυσίων ἐγίνετο, τὴν πομπὴν κατέλυσαν ἰσχυρῶν πάγων γενομένων παρʼ ὥραν. καὶ πάχνης βαθείας ἐπιπεσούσης οὐ μόνον ἀμπέλους καὶ συκᾶς ἁπάσας ἀπέκαυσε τὸ ψῦχος, ἀλλὰ καὶ τοῦ σίτου τὸν πλεῖστον κατέφθειρεν ἐν χλόῃ.