Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἁπτόμενος δὲ τῆς πολιτείας προθυμότερον, αἰσχρὸν ἡγεῖτο τοὺς μὲν βαναύσους ὀργάνοις χρωμένους καὶ σκεύεσιν ἀψύχοις μηδενὸς ἀγνοεῖν ὄνομα μηδὲ χώραν ἢ δύναμιν αὐτῶν, τὸν

paris.1624.864
δὲ πολιτικόν, ᾧ διʼ ἀνθρώπων αἱ κοιναὶ πράξεις περαίνονται, ῥᾳθύμως καὶ ἀμελῶς ἔχειν περὶ τὴν τῶν πολιτῶν γνῶσιν.

ὅθεν οὐ μόνον τῶν ὀνομάτων εἴθιζε μνημονεύειν αὐτόν, ἀλλὰ καὶ τόπον ἐν ᾧ τῶν γνωρίμων ἕκαστος οἰκεῖ, καὶ χωρίον οὐ κέκτηται, καὶ φίλους οἷστισι χρῆται, καὶ γείτονας ἐγίνωσκε· καὶ πᾶσαν ὁδὸν Ἰταλίας διαπορευομένῳ Κικέρωνι πρόχειρον ἦν εἰπεῖν καὶ ἐπιδεῖξαι τοὺς τῶν φίλων ἀγροὺς καὶ τὰς ἐπαύλεις.

οὐσίαν δὲ μικρὰν μέν, ἱκανὴν δὲ καὶ ταῖς δαπάναις ἐπαρκῆ κεκτημένος ἐθαυμάζετο μήτε

p.98
μισθοὺς μήτε δῶρα προσιέμενος ἀπὸ τῆς συνηγορίας, μάλιστα δʼ ὅτε τὴν κατὰ Βέρρου δίκην ἀνέλαβε, τοῦτον γὰρ στρατηγὸν γεγονότα τῆς Σικελίας καὶ πολλὰ πεπονηρευμένον τῶν Σικελιωτῶν διωκόντων εἷλεν, οὐκ εἰπών, ἀλλʼ ἐξ αὐτοῦ τρόπον τινὰ τοῦ μὴ εἰπεῖν.

τῶν γὰρ στρατηγῶν τῷ Βέρρῃ χαριζομένων καὶ τὴν δίκην ὑπερθέσεσι καὶ διακρούσεσι πολλαῖς εἰς τὴν ὑστάτην ἐκβαλλόντων, ὡς ἦν πρόδηλον ὅτι τοῖς λόγοις ὁ τῆς ἡμέρας οὐκ ἐξαρκέσει χρόνος οὐδὲ λήψεται πέρας ἡ κρίσις, ἀναστὰς ὁ Κικέρων ἔφη μὴ δεῖσθαι λόγων, ἀλλʼ ἐπαγαγὼν τοὺς μάρτυρας καὶ ἐπικρίνας ἐκέλευσε φέρειν τὴν ψῆφον τοὺς δικαστάς. ὅμως δὲ πολλὰ χαρίεντα διαμνημονεύεται καὶ περὶ ἐκείνην αὐτοῦ τὴν δίκην.

βέρρην γὰρ οἱ Ῥωμαῖοι τὸν ἐκτετμημένον χοῖρον καλοῦσιν. ὡς οὖν ἀπελευθερικὸς ἄνθρωπος ἔνοχος τῷ ἰουδαΐζειν, ὄνομα Κεκίλιος, ἐβούλετο παρωσάμενος τοὺς Σικελιώτας κατηγορεῖν τοῦ Βέρρου· τί Ἰουδαίῳ πρὸς χοῖρον; ἔφη ὁ Κικέρων. ἦν δὲ τῷ Βέρρῃ ἀντίπαις υἱὸς, οὐκ ἐλευθερίως δοκῶν προΐστασθαι τῆς ὥρας. λοιδορηθεὶς οὖν ὁ Κικέρων εἰς μαλακίαν ὑπὸ τοῦ Βέρρου, τοῖς υἱοῖς, εἶπεν, ἐντὸς θυρῶν δεῖ λοιδορεῖσθαι.

τοῦ δὲ ῥήτορος Ὁρτησίου τὴν μὲν εὐθεῖαν τῷ Βέρρῃ συνειπεῖν μὴ τολμήσαντος, ἐν δὲ τῷ τιμήματι πεισθέντος παραγενέσθαι καὶ λαβόντος

p.100
ἐλεφαντίνην Σφίγγα μισθόν, εἶπέ τι πλαγίως ὁ Κικέρων πρὸς αὐτόν τοῦ δὲ φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἐπὶ τῆς οἰκίας ἔφη,[*](οἰκιας, ἔφη, τὴν Graux with Ma: οἰκίας τήν.) τὴν Σφίγγα ἔχεις.