Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Καιλίου[*](Καιλίου Coraës, Bekker, and Graux, after Xylander:Κεκιλίου.) δὲ τοῦ ῥήτορος δεομένου παρδάλεις αὐτῷ πρός τινα θέαν εἰς Ῥώμην ἐκ Κιλικίας ἀποστεῖλαι, καλλωπιζόμενος ἐπὶ τοῖς πεπραγμένοις γράφει πρός αὐτὸν οὐκ εἶναι παρδάλεις ἐν Κιλικίᾳ· πεφευγέναι γὰρ εἰς Καρίαν ἀγανακτούσας ὅτι μόναι πολεμοῦνται, πάντων εἰρήνην ἐχόντων, πλέων δʼ ἀπὸ τῆς ἐπαρχίας τοῦτο μὲν Ῥόδῳ προσέσχε, τοῦτο δʼ Ἀθήναις ἐνδιέτριψεν ἄσμενος πόθῳ τῶν πάλαι διατριβῶν.

ἀνδράσι δὲ τοῖς πρώτοις ἀπὸ παιδείας συγγενόμενος καὶ τούς τότε φίλους καὶ συνήθεις ἀσπασάμενος καὶ τὰ πρέποντα θαυμασθεὶς ὑπὸ τῆς Ἑλλάδος εἰς τὴν πόλιν ἐπανῆλθεν, ἤδη τῶν πραγμάτων ὥσπερ ὑπὸ φλεγμονῆς ἀφισταμένων ἐπὶ τὸν ἐμφύλιον πόλεμον.

ἐν μὲν οὖν τῇ βουλῇ ψηφιζομένων αὐτῷ θρίαμβον ἥδιον ἂν ἔφη παρακολουθῆσαι Καῖσαρ ι θριαμβεύοντι συμβάσεων γενομένων ἰδίᾳ δὲ συνεβούλευε πολλὰ μὲν Καίσαρι γράφων,

p.176
πολλὰ δʼ αὑτοῦ Πομπηίου δεόμενος, πραΰνων ἑκάτερον καὶ παραμυθούμενος, ὡς δʼ ἦν ἀνήκεστα καὶ Καίσαρος ἐπερχομένου Πομπήιος οὐκ ἔμεινεν, ἀλλὰ μετὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν τὴν πόλιν ἐξέλιπε, ταύτης μὲν ἀπελείφθη τῆς φυγῆς ὁ Κικέρων, ἔδοξε δὲ Καίσαρι προστίθεσθαι.

καὶ δῆλός ἐστι τῇ γνώμῃ πολλὰ ῥιπτασθεὶς ἐπʼ ἀμφότερα καὶ δυσπαθήσας. γράφει γὰρ ἐν ταῖς ἐπιστολαῖς διαπορεῖν ποτέρωσε χρὴ τρέπεσθαι, Πομπηίου μὲν ἔνδοξον καὶ καλὴν ὑπόθεσιν πρὸς τὸν πόλεμον ἔχοντος, Καίσαρος δʼ ἄμεινον τοῖς πράγμασι χρωμένου καὶ μᾶλλον ἑαυτὸν καὶ τοὺς φίλους σῴζοντος, ὥστʼ ἔχειν μὲν ὃν φύγῃ, μὴ ἔχειν δὲ πρὸς ὃν φύγῃ.