Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

μετὰ ταῦτα Κλώδιον μὲν ἀποκτίννυσι Μίλων· καὶ διωκόμενος φόνου Κικέρωνα παρεστήσατο συνήγορον. ἡ δὲ βουλὴ φοβηθεῖσα μὴ κινδυνεύοντος ἀνδρὸς ἐνδόξου καὶ θυμοειδοῦς τοῦ Μίλωνος ταραχὴ γένηται περὶ τὴν πόλιν, ἐπέτρεψε Πομπηίῳ ταύτην τε καὶ τὰς ἄλλας κρίσεις βραβεῦσαι, παρέχοντα τῇ πόλει καὶ τοῖς δικαστηρίοις ἀσφάλειαν.

ἐκείνου δὲ τὴν ἀγορὰν ἔτι νυκτὸς ἀπὸ τῶν ἄκρων περιλαβόντος τοῖς στρατιώταις, ὁ Μίλων τὸν Κικέρωνα δείσας μὴ πρὸς τὴν ὄψιν ἀηθείᾳ διαταραχθεὶς χεῖρον διαγωνίσηται, συνέπεισεν ἐν φορείῳ κομισθέντα πρὸς τὴν ἀγορὰν ἡσυχάζειν, ἄχρι οὗ συνίασιν οἱ κριταὶ καὶ πληροῦται τὸ δικαστήριον.