Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καίτοι πολλάκις αὐτὸς ἠξίου τοὺς φίλους μἠ ῥήτορα καλεῖν αὐτόν, ἀλλὰ φιλόσοφον φιλοσοφίαν γὰρ ὡς ἔργον ᾑρῆσθαι, ῥητορικῇ δʼ ὀργάνῳ χρῆσθαι πολιτευόμενος ἐπὶ τὰς χρείας. ἀλλʼ ἡ δόξα δεινὴ τὸν λόγον, ὥσπερ βαφὴν, ἀποκλύσαι τῆς ψυχῆς, καὶ τὰ τῶν πολλῶν ἐνομόρξασθαι πάθη διʼ ὁμιλίαν καὶ συνήθειαν τοῖς

p.166
πολιτευομένοις, ἄν μή τις εὖ μάλα φυλαττόμενος οὕτω συμφέρηται τοῖς ἐκτός ὡς τῶν πραγμάτων αὐτῶν, οὐ τῶν ἐπὶ τοῖς πράγμασι παθῶν συμμεθέξων.

ὁ δὲ Κλώδιος ἐξελάσας τὸν Κικέρων κατέπρησε μὲν αὐτοῦ τὰς ἐπαύλεις, κατέπρησε δὲ τὴν οἰκίαν καὶ τῷ τόπῳ ναὸν Ἐλευθερίας ἐπῳκοδόμησε· τὴν δʼ ἄλλην οὐσίαν ἐπώλει καὶ διεκήρυττε καθʼ ἡμέραν, μηδὲν ὠνουμένου μηδενός, ἐκ δὲ τούτου φοβερὸς ὢν τοῖς ἀριστοκρατικοῖς, καὶ τὸν δῆμον ἀνειμένον εἰς ὕβριν πολλὴν καὶ θρασύτητα συνεφελκόμενος, ἐπεχείρει τῷ Πομπηίῳ, τῶν διῳκημένων ὑπʼ αὐτοῦ κατὰ τὴν στρατείαν ἔνια σπαράττων.

ἐφʼ οἷς ὁ Πομπήιος ἀδοξῶν ἐκάκιζεν αὐτὸς ἑαυτὸν προέμενος τὸν Κικέρωνα καὶ πάλιν ἐκ μεταβολῆς παντοῖος ἐγίνετο πράττων κάθοδον αὐτῷ μετὰ τῶν φίλων, ἐνισταμένου δὲ τοῦ Κλωδίου συνέδοξε τῇ βουλῇ μηδὲν διὰ μέσου πρᾶγμα κυροῦν μηδὲ πράττειν δημόσιον, εἰ μὴ Κικέρωνι κάθοδος γένοιτο.

τῶν δὲ περὶ Λέντλον ὑπατευόντων καὶ τῆς στάσεως πρόσω βαδιζούσης, ὥστε τρωθῆναι μὲν ἐν ἀγορᾷ δημάρχους, Κόιντον δὲ τὸν Κικέρωνος ἀδελφὸν ἐν τοῖς νεκροῖς ὡς τεθνηκότα κείμενον διαλαθεῖν, ὅ τε δῆμος ἤρχετο τρέπεσθαι τῇ γνώμῃ, καὶ τῶν δημάρχων Ἄννιος Μίλων πρῶτος ἐτόλμησε τὸν· Κλώδιον εἰς δίκην ἀπάγειν βιαίων, καὶ Πομπηΐῳ πολλοὶ συνῆλθον ἔκ τε τοῦ δήμου καὶ τῶν πέριξ πόλεων, μεθʼ ὧν προελθὼν καὶ τὸν Κλώδιον

p.168
ἀναστήσας ἐκ τῆς ἀγορᾶς ἐπὶ τὴν ψῆφον ἐκάλει τοὺς πολίτας.