Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τὸ μὲν οὖν πρὸς ἐχθροὺς ἢ ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δʼ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνῆγε μῖσος αὐτῷ. γράψω δὲ καὶ τούτων ὀλίγα. Μᾶρκον Ἀκύΐνιον ἔχοντα δύο γαμβροὺς φυγάδας Ἄδραστον ἐκάλει.

Λευκίου δὲ Κόττα τιμητικὴν ἔχοντος ἀρχήν, φιλοινοτάτου δʼ ὄντος, ὑπατείαν μετιὼν ὁ Κικέρων ἐδίψησε, καὶ τῶν φίλων κύκλῳ περιστάντων ὡς ἔπινεν, ὀρθῶς φοβεῖσθε, εἶπε, μή μοι γένιτο χαλεπὸς ὁ τιμητὴς ὅτι ὕδωρ πίνω. Βωκωνίῳ δʼ ἀπαντήσας ἄγοντι μεθʼ ἑαυτοῦ τρεῖς ἀμορφοτάτας θυγατέρας ἀνεφθέγξατο·

Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.

Μάρκου δὲ Γελλίου δοκοῦντος οὐκ ἐξ ἐλευθέρων γεγονέναι, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ μεγάλῃ γράμματα πρὸς τὴν σύγκλητον ἐξαναγνόντος, μὴ θαυμάζετε, εἶπε, καὶ αὐτὸς εἷς ἐστι τῶν ἀναπεφωνηκότων. ἐπεὶ δὲ Φαῦστος ὁ Σύλλα τοῦ μοναρχήσαντος ἐν Ῥώμῃ καὶ πολλοὺς ἐπὶ θανάτῳ προγράψαντος ἐν δανείοις γενόμενος καὶ πολλὰ τῆς οὐσίας διασπαθήσας ἀπάρτιον προέγραψε, ταύτην ἔφη μᾶλλον αὐτῷ τὴν προγραφὴν ἀρέσκειν ἢ τὴν πατρῴαν.