Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐκ ἂν φθάνοις, εἶπεν, ἤδη τὸν ἐκ τῆς τραγῳδίας ὑποκρινόμενος Κρέοντα καὶ τὸ σῶμα

p.74
τοῦτο ῥίπτων ἄταφον. ἐγὼ δʼ, ὦ φίλε Πόσειδον, ἔτι ζῶν ἐξανισταμαι τοῦ ἱεροῦ· τῷ δὲ Ἀντιπάτρῳ καὶ Μακεδόσιν οὐδʼ ὁ σὸς ναὸς καθαρὸς ἀπολέλειπται. ταῦτʼ εἰπὼν, καὶ κελεύσας ὑπολαβεῖν αὐτὸν ἤδη τρέμοντα καὶ σφαλλόμενον, ἅμα τῷ προελθεῖν καὶ παραλλάξαι τὸν βωμὸν ἔπεσε καὶ στενάξας ἀφῆκε τὴν ψυχήν.

τὸ δέ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ

paris.1624.860
καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται· πάππος δέ τις, οὗ τὴν ἱστορίαν Ἕρμιππος ἀνείληφε, φησὶ, πεσόντος αὐτοῦ παρὰ τὸν βωμὸν ἐν μὲν τῷ βιβλίῳ γεγραμμένην ἐπιστολῆς ἀρχὴν εὑρεθῆναι, Δημοσθένης Ἀντιπάτρῳ, καὶ μηδὲν ἄλλο·

θαυμαζομένης δὲ τῆς περὶ τὸν θάνατον ὀξύτητος διηγῖσθαι τοὺς παρὰ ταῖς θύραις Θρᾷκας ὡς ἔκ τινος ῥακίου λαβὼν εἰς τὴν χεῖρα προσθοῖτο τῷ στόματι καὶ καταπίοι τὸ φάρμακον αὐτοὶ δʼ ἄρα χρυσὸν ᾠήθησαν εἶναι τὸ καταπινόμενον ἡ δʼ ὑπηρετοῦσα παιδίσκη, πυνθανομένων τῶν περὶ τὸν Ἀρχίαν, φαίη πολὺν εἶναι χρόνον ἐξ οὗ φοροίη τὸν ἀπόδεσμον ἐκεῖνον ὁ Δημοσθένης ὡς φυλακτήριον.

Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἐν κρίκῳ φησὶ κοίλῳ τὸ φάρμακον φυλάσσειν· τὸν δέ κρίκον εἶναι τοῦτον αὐτῷ φόρημα περιβραχιόνιον. τῶν δʼ ἄλλων, ὅσοι γεγράφασι περὶ αὐτοῦ, πάμπολλοι δέ εἰσί, τὰς διαφορὰς οὐκ ἀναγκαῖον ἐπεξελθεῖν·