Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δʼ Ἀρκαδίᾳ καί λοιδορίαν τοῦ Πυθέου καὶ τοῦ Δημοσθένους γενέσθαι πρὸς ἀλλήλους εἴρηκεν ὁ Φύλαρχος ἐν ἐκκλησίᾳ, τοῦ μὲν ὑπὲρ τῶν Μακεδόνων, τοῦ δʼ ὑπὲρ τῶν Ἑλλήνων λέγοντος, λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν ὅτι, καθάπερ οἰκίαν εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καί πόλιν ἀνάγκη νοσεῖν εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται·

p.68

τὸν δὲ Δημοσθένη στρέψαι τὸ παράδειγμα, φήσαντα καί τὸ γάλα τὸ ὄνειον ἐφʼ ὑγιείᾳ καί τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων. ἐφʼ οἷς ἡσθεὶς ὁ τῶν Ἀθηναίων δῆμος ψηφίζεται τῷ Δημοσθένει κάθοδον. τὸ μὲν οὖν ψήφισμα Δήμων ὁ Παιανιεύς, ἀνεψιὸς ὢν Δημοσθένους, εἰσήνεγκεν· ἐπέμφθη δὲ τριήρης ἐπʼ αὐτὸν εἰς Αἴγιναν.

ἐκ δὲ Πειραιῶς ἀνέβαινεν οὔτε ἄρχοντος οὔτε ἱερέως ἀπολειφθέντος, ἀλλὰ καί τῶν ἄλλων πολιτῶν ὁμοῦ πάντων ἀπαντώντων καί δεχομένων προθύμως. ὅτε καί φησιν αὐτὸν ὁ Μάγνης Δημήτριος ἀνατείναντα τὰς χεῖρας μακαρίσαι τῆς ἡμέρας ἐκείνης αὑτόν, ὡς βέλτιον Ἀλκιβιάδου κατιόντα· πεπεισμένους γάρ, οὐ βεβιασμένους, ὑπʼ αὐτοῦ δέχεσθαι τοὺς πολίτας.

τῆς δὲ χρηματικῆς ζημίας αὐτῷ μενούσης οὐ γὰρ ἐξῆν χάριτι λῦσαι καταδίκην ἐσοφίσαντο

paris.1624.859
πρὸς τὸν νόμον. εἰωθότες γὰρ ἐν τῇ θυσίᾳ τοῦ Διὸς τοῦ Σωτῆρος ἀργύριον τελεῖν τοῖς κατασκευάζουσι καί κοσμοῦσι τὸν βωμόν, ἐκείνῳ τότε ταῦτα ποιῆσαι καί παρασχεῖν πεντήκοντα ταλάντων ἐξέδωκαν, ὅσον ἦν τίμημα τῆς καταδίκης.