Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα μὲν οὖν ὅπως ἔχει, διαιτῆσαι χαλεπόν ὁ δὲ Δημοσθένης λέγεται τοῖς τῶν Ἑλλήνων ὅπλοις ἐκτεθαρρηκὼς, καὶ λαμπρὸς ὑπὸ ῥώμης καὶ προθυμίας ἀνδρῶν τοσούτων προκαλουμένων τοὺς πολεμίους αἰρόμενος, οὔτε χρησμοῖς ἐᾶν προσέχειν οὔτε μαντείας ἀκούειν, ἀλλὰ καὶ τὴν Πυθίαν ὑπονοεῖν ὡς φιλιππίζουσαν, ἀναμιμνῄσκων Ἐπαμεινώνδου τοὺς Θηβαίους καὶ Περικλέους τοὺς Ἀθηναίους, ὡς ἐκεῖνοι τὰ τοιαῦτα

paris.1624.855
δειλίας ἡγούμενοι προφάσεις ἐχρῶντο τοῖς λογισμοῖς.

μέχρι μὲν οὖν τούτων ἀνὴρ ἦν ἀγαθός· ἐν δὲ τῇ μάχῃ καλὸν οὐδὲν οὐδʼ ὁμολογούμενον

p.48
ἔργον οἷς εἶπεν ἀποδειξάμενος ᾤχετο λιπὼν τὴν τάξιν, ἀποδρὰς αἴσχιστα καὶ τὰ ὅπλα ῥίψας, οὐδὲ τὴν ἐπιγραφὴν τῆς ἀσπίδος, ὡς ἔλεγε Πυθέας, αἰσχυνθείς, ἐπιγεγραμμένης γράμμασι χρυσοῖς, ἀγαθῇ τύχῃ.