Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔπειτα πρεσβεύων καί διαλεγόμενος τοῖς Ἕλλησι καί παροξύνων συνέστησε πλὴν ὀλίγων ἅπαντας ἐπὶ τὸν Φίλιππον, ὥστε σύνταξιν γενέσθαι πεζῶν μὲν μυρίων καί πεντακισχιλίων, ἱππέων δὲ δισχιλίων, ἄνευ τῶν πολιτικῶν δυνάμεων, χρήματα δὲ καί μισθοὺς τοῖς ξένοις εἰσφέρεσθαι προθύμως. ὅτε καί φησι Θεόφραστος, ἀξιούντων τῶν συμμάχων ὁρισθῆναι τὰς εἰσφοράς, εἰπεῖν Κρωβύλον τὸν δημαγωγόν ὡς οὐ τεταγμένα σιτεῖται πόλεμος.

ἐπηρμένης δὲ τῆς Ἑλλάδος πρὸς τὸ μέλλον καί συνισταμένων κατʼ ἔθνη καί πόλεις Εὐβοέων, Ἀχαιῶν, Κορινθίων, Μεγαρέων, Λευκαδίων, Κερκυραίων, ὁ μέγιστος ὑπελείπετο τῷ Δημοσθένει τῶν ἀγώνων, Θηβαίους προσαγαγέσθαι τῇ

p.42
συμμαχίᾳ, χώραν τε σύνορον τῆς Ἀττικῆς καί δύναμιν ἐναγώνιον ἔχοντας, καί μάλιστα τότε τῶν Ἑλλήνων εὐδοκιμοῦντας ἐν τοῖς ὅπλοις.