Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πλὴν τόν γε Δημάδην πάντες ὡμολόγουν τῇ φύσει χρώμενον ἀνίκητον εἶναι, καὶ παραφέρειν αὐτοσχεδιάζοντα τὰς τοῦ Δημοσθένους σκέψεις καὶ παρασκευάς. ἀρίστων δʼ ὁ Χῖος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων, ἐρωτηθέντα γὰρ ὁποῖος τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· ἄξιος τῆς πόλεως· ὁποῖος δέ Δημάδης, ὑπὲρ τὴν πόλιν.

ὁ δʼ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τόν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν. καὶ μέντοι καὶ τόν Δημοσθένην φασὶν αὐτόν, ὁσάκις ἂν[*](ἂν omitted by Bekker, after Coraës and Schaefer; also by Graux with Ma.) ἀντερῶν αὐτῷ Φωκίων ἀναβαίνοι, λέγειν πρὸς τοὺς συνήθεις· ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται.

τοῦτο μὲν οὖν ἄδηλον εἴτε πρὸς τόν λόγον τοῦ ἀνδρὸς ὁ Δημοσθένης εἴτε πρὸς τόν βίον καὶ τὴν δόξαν ἐπεπόνθει, πολλῶν πάνυ καὶ μακρῶν περιόδων ἓν ῥῆμα καὶ νεῦμα πίστιν ἔχοντος ἀνθρώπου κυριώτερον ἡγούμενος.

τοῖς δὲ σωματικοῖς ἐλαττώμασι τοιαύτην ἐπῆγεν ἄσκησιν, ὡς ὁ Φαληρεύς Δημήτριος

p.26
ἱστορεῖ, λέγων αὐτοῦ Δημοσθένους ἀκούειν πρεσβύτου γεγονότος, τὴν μὲν ἀσάφειαν καὶ τραυλότητα τῆς γλώττης ἐκβιάζεσθαι καὶ διαρθροῦν εἰς τὸ στόμα ψήφους λαμβάνοντα καὶ ῥήσεις ἅμα λέγοντα,

τὴν δὲ φωνὴν ἐν τοῖς δρόμοις γυμνάζεσθαι καὶ ταῖς πρὸς τὰ σιμὰ προσβάσεσι διαλεγόμενον καὶ λόγους τινὰς ἢ στίχους ἅμα τῷ πνεύματι πυκνουμένῳ προφερόμενον εἶναι δʼ αὐτῷ μέγα κάτοπτρον οἴκοι, καὶ πρὸς τοῦτο τὰς μελέτας ἐξ ἐναντίας ἱστάμενον περαίνειν. λέγεται δέ, ἀνθρώπου προσελθόντος δεομένου συνηγορίας καὶ διεξιόντος ὡς ὑπό του λάβοι πληγάς, ἀλλὰ σύ γε, φάναι τὸν Δημοσθένην, τούτων ὧν λέγεις οὐδὲν πέπονθας.