Comparison of Agis and Cleomenes and the Gracchi

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐβασίλευσε δὲ τῷ μὲν ἔργῳ μόνος, τῶ δὲ ὀνόματι δεύτερος, Εὐκλείδαν τὸν

p.250
αοελφὸν ? ἐκ μιᾶς οἰκίας αὑτῷ προσελόμενος, Ἀρχίδαμον δέ, ᾧ προσῆκον ἦν ἀπὸ τῆς ἑτέρας οἰκίας ὄντι συμβασιλεύειν, ἔπεισε μὲν ἐκ Μεσσήνης κατελθεῖν, ἀποθανόντος δὲ τὸν φόνον οὐκ ἐπεξελθών ἐβεβαίωσε τὴν αἰτίαν καθʼ αὑτοῦ τῆς ἀναιρέσεως.

καίτοι Λυκοῦργος, ὃν προσεποιεῖτο μιμεῖσθαι, τὴν μὲν βασιλείαν ἑκὼν ἀπέδωκε τῷ παιδὶ τοῦ ἀδελφοῦ Χαρίλλῳ, φοβούμενος δὲ μή, κἂν ἄλλως ἀποθάνῃ τὸ μειράκιον, αἰτία τις ἐπʼ αὐτὸν ἔλθῃ, πολὺν χρόνον ἔξω πλανηθεὶς οὐ πρότερον ἐπανῆλθεν ἢ παῖδα τῷ Χαρίλλῳ γενέσθαι διάδοχον τῆς ἀρχῆς, ἀλλὰ Λυκούργῳ μὲν οὐδὲ ἄλλος τις Ἑλλήνων παραβλητὸς οὐδείς· ὅτι δὲ τοῖς Κλεομένους πολιτεύμασι καινοτομίαι καὶ παρανομίαι μείζονες ἔνεισι, δεδήλωται.