Tiberius and Caius Gracchus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὁ δὲ καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ πολὺ λειπόμενος εἰς τὴν ἑαυτοῦ δεινότητα κατεδύετο, καὶ παρεκάλει μικρὰ πρὸ τῶν λόγων ἀποκρίνασθαι τόν Τιβέριον. συγχωροῦντος δὲ ἐρωτᾶν ἐκείνου καὶ σιωπῆς γενομένης εἶπεν ὁ ἂν νιος, ἂν σύ μὲν ἀτιμοῦν με βούλῃ καὶ προπηλακίζειν, ἐγὼ δέ τινα τῶν σῶν ἐπικαλέσωμαι συναρχόντων, ὁ δὲ ἀναβῇ βοηθήσων, σὺ δὲ ὀργισθῇς, ἆρά γε αὐτοῦ τὴν ἀρχὴν ἀφαιρήσῃ;

πρὸς ταύτην λέγεται τὴν ἐρώτησιν οὕτω διαπορηθῆναι τόν Τιβέριον ὥστε πάντων ὄντα καὶ τὸ λέγειν ἑτοιμότατον καὶ τὸ θαρρεῖν ἰταμώτατον ἀποσιωπῆσαι.

τότε μὲν οὖν διέλυσε τὴν ἐκκλησίαν αἰσθανόμενος δὲ τῶν πολιτευμάτων τὸ περὶ τὸν Ὀκτάβιον οὐ τοῖς δυνατοῖς μόνον, ἀλλὰ καὶ τοῖς πολλοῖς ἐκπαθέστερον μέγα γάρ τι καὶ καλὸν

p.180
ἐδόκει τὸ τῶν δημάρχων ἀξίωμα μέχρι τῆς ἡμέρας ἐκείνης διατετηρημένον ἀνῃρῆσθαι καὶ καθυβρίσθαι, λόγον ἐν τῷ δήμῳ διεξῆλθεν, οὗ μικρὰ παραθέσθαι τῶν ἐπιχειρημάτων οὐκ ἄτοπον ἦν, ὥστε ὑπονοηθῆναι τὴν πιθανότητα καὶ πυκνότητα τοῦ ἀνδρός.

ἔφη γὰρ ἱερὸν τὸν δήμαρχον εἶναι καὶ ἄσυλον, ὅτι τῷ δήμῳ καθωσίωται καὶ τοῦ δήμου προέστηκεν. ἂν οὖν μεταβαλόμενος τὸν δῆμον ἀδικῇ καὶ τὴν ἰσχὺν κολούῃ καὶ παραιρῆται τὴν ψῆφον, αὐτὸς ἑαυτὸν ἀπεστέρηκε τῆς τιμῆς ἐφʼ οἷς ἔλαβεν οὐ ποιῶν·