Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

πολεμίοις μὲν γὰρ ἐν ἐνέδωκαν ἤδη καὶ κρείττονες ἡμῶν, ἢ τύχῃ σφαλέντες ἢ βιασθέντες ὑπὸ πλήθους· ὁ δὲ πρὸς πόνους καὶ ταλαιπωρίας ἢ ψόγους καὶ δόξας ἀνθρώπων ἀπα·

p.122
γορεύων ἡττᾶται τῆς αὑτοῦ μαλακίας, δεῖ γὰρ τὸν αὐθαίρετον θάνατον οὐ φυγὴν εἶναι πράξεων, ἀλλὰ πρᾶξιν. αἰσχρόν γὰρ καὶ ζῆν[*](καὶ ζῆν Blass and Ziegler, after Richards.) μόνοις ἑαυτοῖς καὶ ἀποθνῄσκειν· ἐφʼ ὃ νῦν σὺ παρακαλεῖς
paris.1624.820
ἡμᾶς, σπεύδων ἀπαλλαγῆναι τῶν παρόντων, καλὸν δὲ οὐδὲν οὐδὲ χρήσιμον ἄλλο διαπραττόμενος,

ἐγὼ δὲ καὶ σὲ καὶ ἐμαυτὸν οἴομαι δεῖν τὰς ὑπὲρ τῆς πατρίδος ἐλπίδας μὴ καταλιπεῖν ὅπου δʼ ἂν ἡμᾶς ἐκεῖναι καταλίπωσι, ῥᾷστα βουλομένοις ἀποθανεῖν ὑπάρξει. πρὸς ταῦτα Θηρυκίων οὐδὲν ἀντειπών, ὅτε πρῶτον ἔσχε καιρὸν ἀποστῆναι τοῦ Κλεομένους, ἐκτραπόμενος παρὰ τὸν αἰγιαλὸν ἔσφαξεν ἑαυτόν.

ὁ δὲ Κλεομένης ἀπὸ τῶν Αἰγιαλῶν ἀναχθεὶς τῇ Λιβύῃ προσέβαλε, καὶ διὰ τῶν βασιλικῶν παραπεμπόμενος ἧκεν εἰς Ἀλεξάνδρειαν ι . ὀφθεὶς δὲ τῷ Πτολεμαίῳ, κατʼ ἀρχὰς μὲν ἐτύγχανε κοινῶς φιλανθρώπου καὶ μετρίου πρὸς αὐτόν· ἐπεὶ δὲ γνώμης διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετʼ ἔμφρων, καὶ τῆς καθʼ ἡμέραν ὁμιλίας αὐτοῦ τὸ Λακωνικὸν καὶ ἀφελὲς τὴν χάριν ἐλευθεριον εἶχε, καὶ τὴν εὐγένειαν οὐδαμῇ καταισχύνων οὐδὲ καμπτόμενος ὑπὸ τῆς τύχης, τῶν πρὸς ἡδονὴν καὶ κολακείαν διαλεγομένων πιθανώτερος ἐφαίνετο,