Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὁ δὲ Ἀντίγονος ἐξ ἐφόδου παραλαβὼν τὴν πόλιν, καὶ χρησάμενος τοῖς Λακεδαιμονίοις φιλανθρώπως, καὶ τὸ ἀξίωμα τῆς Σπάρτης οὐ προπηλακίσας οὐδʼ ἐνυβρίσας, ἀλλὰ καὶ νόμους καὶ πολιτείαν ἀποδοὺς καὶ τοῖς θεοῖς θύσας, ἀνεχώρησεν ἡμέρᾳ τρίτῃ, πυθόμενος ἐν Μακεδονίᾳ πολὺν πόλεμον εἶναι καὶ πορθεῖσθαι τὴν χώραν ὑπὸ τῶν βαρβάρων, ἤδη δὲ καὶ τὸ νόσημα κατεῖχεν αὐτόν, εἰς φθίσιν ἐκβεβηκὸς ἰσχυρὰν καὶ κατάρρουν σύντονον.

οὐ μὴν ἀπεῖπεν, ἀλλʼ ἀντήρκεσε πρὸς τοὺς οἰκείους ἀγῶνας ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερον ἀποθανεῖν, ὡς μὲν εἰκός ἐστι καὶ λέγουσιν οἱ περὶ Φύλαρχον, αὐτῇ τῇ περὶ τὸν ἀγῶνα κραυγῇ τὸ σῶμα προσαναρρήξας ἐν δὲ ταῖς σχολαῖς ἦν ἀκούειν ὅτι βοῶν μετὰ τὴν νίκην ὑπὸ χαρᾶς, ὦ καλῆς ἡμέρας, πλῆθος αἵματος ἀνήγαγε καὶ πυρέξας συντόνως ἐτελεύτησε. ταῦτα μὲν τὰ περὶ Ἀντίγονον.

Κλεομένης δὲ πλέων ἀπὸ Κυθήρων εἰς νῆσον ἑτέραν, Αἰγιαλίαν, κατέσχεν. ὅθεν εἰς Κυρήνην περαιοῦσθαι μέλλοντος αὐτοῦ, τῶν φίλων εἷς ὄνομα Θηρυκίων, ἀνὴρ πρός τε τὰς πράξεις φρονήματι κεχρημένος μεγάλῳ καὶ τοῖς λόγοις γεγονώς τις ὑψηλὸς ἀεὶ καὶ μεγάλαυχος, ἐντυχὼν αὐτῷ κατʼ ἰδίαν, τὸν μὲν κάλλιστον, εἶπεν, ὦ βασιλεῦ, θάνατον τὸν ἐν τῇ μάχῃ προηκάμεθα.