Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

φανεροῦ δὲ μόλις τοῦ κακοῦ γενομένου τοῖς κατὰ τὴν πόλιν, οἱ μὲν εὐθὺς ἐξέπιπτον ὅσα τυγχάνοι τῶν χρημάτων λαμβάνοντες, οἱ δὲ συνεστρέφοντο μετὰ τῶν ὅπλων, καὶ τοῖς πολεμίοις ἐνιστάμενοι καὶ προσβάλλοντες ἐκείνους μὲν οὐκ ἴσχυσαν ἐκκροῦσαι, τοῖς δὲ φεύγουσι τῶν πολιτῶν ἀσφαλῶς ἀπελθεῖν παρέσχον, ὥστε μὴ πλείονα τῶν χιλίων ἐγκαταληφθῆναι σώματα, τοὺς δὲ ἄλλους ἅπαντας ὁμοῦ μετὰ τέκνων καὶ γυναικῶν φθάσαι διαφυγόντας εἰς Μεσσήνην.

ἐσώθη δὲ καὶ τῶν προσβοηθούντων καὶ μαχομένων τὸ πλῆθος· ὀλίγοι δὲ παντάπασιν ἥλωσαν,

p.104
ὧν ἦν Λυσανδρίδας τε καὶ Θεαρίδας, ἄνδρες ἔνδοξοι καὶ δυνατοὶ μάλιστα τῶν Μεγαλοπολιτῶν. διὸ καὶ λαβόντες αὐτοὺς εὐθὺς οἱ στρατιῶται τῷ Κλεομένει προσῆγον. ὁ δὲ Λυσανδρίδας ὡς εἶδε τὸν Κλεομένη πόρρωθεν, ἀναβοήσας, ἒξεστί σοι νῦν, εἶπεν, ὦ βασιλεῦ Λακεδαιμονίων, ἔργον ἀποδειξαμένῳ τοῦ πεπραγμένου κάλλιον καὶ βασιλικώτατον ἐνδοξοτάτῳ γενέσθαι.

ὁ Κλεομένης δὲ ὑποτοπήσας αὐτοῦ τὴν ἔντευξιν, εἶπεν, ὦ Λυσανδρίδα, λέγεις; οὐ γὰρ δή πού με τὴν πόλιν ὑμῖν ἀποδοῦναι κελεύεις; καὶ ὁ Λυσανδρίδας, αὐτό μὲν οὖν, ἔφη, λέγω καὶ συμβουλεύω μὴ διαφθεῖραι πόλιν τηλικαύτην, ἀλλʼ ἐμπλῆσαι φίλων καὶ συμμάχων πιστῶν καὶ βεβαίων, ἀποδόντα Μεγαλοπολίταις τὴν πατρίδα καὶ σωτῆρα δήμου τοσούτου γενόμενον.

μικρὸν οὖν ὁ Κλεομένης διασιωπήσας, χαλεπὸν, ἔφη, τὸ πιστεῦσαι ταῦτα, νικάτω δὲ τὸ πρὸς δόξαν ἀεὶ μᾶλλον ἢ τὸ λυσιτελὲς παρʼ ἡμῖν, καὶ ταῦτα εἰπὼν ἀπέστειλε τοὺς ἄνδρας εἰς Μεσσήνην καὶ κήρυκα παρʼ ἑαυτοῦ, τοῖς Μεγαλοπολίταις ἀποδιδοὺς τὴν πόλιν ἐπὶ τῷ συμμάχους εἶναι καὶ φίλους ἀποστάντας Ἀχαιῶν.

οὕτω δὲ τοῦ Κλεομένους εὐγνώμονα καὶ φιλάνθρωπα προτείναντος οὐκ εἴασε τοὺς Μεγαλοπολίτας Φιλοποίμην ἐγκαταλιπεῖν τὴν πρὸς τοὺς Ἀχαιοὺς πίστιν, ἀλλὰ κατηγορῶν τοῦ Κλεομένους ὡς οὐ ζητοῦντος ἀποδοῦναι τὴν πόλιν, ἀλλὰ προσλαβεῖν τοὺς πολίτας, ἐξέβαλε τὸν Θεαρίδαν καὶ τὸν Λυσανδρίδαν ἐκ τῆς Μεσσήνης.

p.106
οὗτος ἦν Φιλοποίμην ὁ πρωτεύσας ὕστερον Ἀχαιῶν καὶ μεγίστην κτησάμενος ἐν τοῖς Ἕλλησι δόξαν, ὡς ἰδίᾳ περὶ αὐτοῦ γέγραπται.