Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὁ μὲν οὖν Κλεόμβροτος οὐδὲν εἶχεν εἰπεῖν, ἀλλʼ ἠπορημένος ἐκάθητο καί σιωπῶν ἡ δὲ Χιλωνίς, ἡ τοῦ Λεωνίδου θυγάτηρ, πρότερον μὲν ἀδικουμένῳ τῷ πατρὶ συνηδικεῖτο, καί τοῦ Κλεομβρότου τὴν βασιλείαν παραλαβόντος ἀποστᾶσα τὴν τοῦ πατρὸς συμφορὰν ἐθεράπευε, καί παρόντι μὲν συνικέτευε, φεύγοντος δὲ πενθοῦσα καὶ χαλεπῶς ἔχουσα πρὸς τὸν Κλεόμβροτον διετέλει, τότε δὲ αὖ πάλιν ταῖς τύχαις

p.38
συμμεταβάλλουσα μετὰ τοῦ ἀνδρὸς ἱκέτις ὤφθη καθεζομένη, περιβεβληκυῖα τὰς χεῖρας ἐκείνῳ καί τῶν παιδίων τὸ μὲν ἔνθεν, τὸ δʼ ἔνθεν ὑφʼ αὑτὴν ἔχουσα.

θαυμαζόντων δὲ πάντων καί δακρυόντων ἐπὶ τῇ χρηστότητι καί φιλοστοργίᾳ τῆς γυναικός, ἁψαμένη τῶν πέπλων καί τῆς κόμης ἀτημελῶς ἐχόντων, τοῦτο, εἶπεν, ὦ πάτερ, ἐμοὶ τὸ σχῆμα καί τὴν ὄψιν οὐχ ὁ Κλεομβρότου περιτέθεικεν ἔλεος, ἀλλʼ ἀπὸ τῶν σῶν κακῶν καί τῆς σῆς φυγῆς μεμένηκέ μοι σύντροφον καί σύνοικον τὸ πένθος, πότερον οὖν δεῖ με σοῦ βασιλεύοντος ἐν Σπάρτῃ καί νικῶντος ἐγκαταβιῶναι ταύταις ταῖς συμφοραῖς, ἢ λαβεῖν ἐσθῆτα λαμπρὰν καί βασιλικήν, ἐπιδοῦσαν ὑπὸ σοῦ τὸν παρθένιον ἄνδρα φονευόμενον;

ὃς εἰ μὴ παραιτεῖταί σε μηδὲ πείθει τέκνων καί γυναικὸς δάκρυσι, χαλεπωτέραν ἢ σὺ βούλει δίκην ὑφέξει τῆς κακοβουλίας ἐπιδὼν ἐμὲ τὴν φιλτάτην αὐτῷ προαποθανοῦσαν. τίνι γὰρ ἐμὲ δεῖ ζῆν παρρησίᾳ πρὸς τὰς ἄλλας γυναῖκας, ᾗ μήτε παρʼ ἀνδρὸς δεομένῃ μήτε παρὰ πατρὸς ἔλεός ἐστιν; ἀλλὰ καί γυνὴ καί θυγάτηρ συνατυχεῖν καί συνατιμάζεσθαι τοῖς ἐμαυτῆς ἐγενόμην.