Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν· ὦἈτιλία, θάρσει· τοῦτον ἐγώ σοι φυλάξω. πάνυ μὲν οὖν, φάναι τὸν Κάτωνα, καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν, εὐθὺς εἰπεῖν μετὰ τὸ δεῖπνον ἄγε, ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις,[*](ἐμπεδώσεις Sintenis2, after Cobet; ἐμπεδώσῃς Sintenis1, Coraës, Bekker.) μήτε ἡμέρας ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος.

ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος. εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ ὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον[*](ἀνύσιμον Sintenis’ correction of the MSS. βασιλικὸν (kingly), adopted by Bekker.) τὴν ἐπίδειξιν,

αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας· οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις,

p.256
ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους.

οὗ δὲ ἥκιστα Κάτων ἐπεμελήθη, τοῦτο πλεῖστον ὑπῆρχεν αὐτῷ, καὶ δόξα καὶ χάρις καὶ ὑπερβάλλουσα τιμὴ καὶ φιλοφροσύνη παρὰ τῶν στρατιωτῶν, ἃ γὰρ ἑτέροις ἐπέταττεν ἑκουσίως διαπονῶν, καὶ στολὴν μὲν καὶ δίαιταν καὶ πορείαν ἐκείνοις μᾶλλον ἢ τοῖς ἄρχουσιν ὁμοιούμενος, ἤθει δὲ καὶ φρονήματι καὶ λόγῳ πάντας ὑπεραίρων τοὺς αὐτοκράτορας καὶ στρατηγοὺς προσαγορευομένους, ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν.

ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ διʼ ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς· οἱ δὲ ἄνευ τοῦ φιλεῖν ἐπαινοῦντες τοὺς ἀγαθοὺς αἰδοῦνται τὴν δόξαν αὐτῶν, οὐ θαυμάζουσι δὲ τὴν ἀρετὴν οὐδὲ μιμοῦνται.