Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀλλὰ πᾶσάν γε τὴν τοιαύτην ἐξήλειψε καὶ ἠφάνισε τῷ θανάτῳ δύσκλειαν. ἀγωνιζόμενος γὰρ ἐν Φιλίπποις πρὸς Καίσαρα καὶ Ἀντώνιον ὑπὲρ τῆς ἐλευθερίας, καὶ κλινομένης τῆς φάλαγγος οὔτε φυγεῖν οὔτε λαθεῖν ἀξιώσας, ἀλλὰ προκαλούμενος τοὺς πολεμίους ἔμπροσθεν ἑαυτὸν ἐμφανίζων καὶ συνεξορμῶν τοὺς συμμένοντας ἔπεσε, θαῦμα τῆς ἀρετῆς τοῖς ἐναντίοις παρασχών.

ἔτι δὲ μᾶλλον ἡ θυγάτηρ τοῦ Κάτωνος οὔτε σωφροσύνης οὔτε ἀνδρείας ἀπολειφθεῖσα Βρούτῳ γὰρ συνῴκει τῷ κτείναντι Καίσαρα αὐτῆς τε τῆς συνωμοσίας μετέσχε, καὶ προήκατο τὸν βίον ἀξίως τῆς εὐγενείας καὶ ἀρετῆς, ὡς ἐν τοῖς περὶ Βρούτου γέγραπται. Στατύλλιος δὲ φήσας μιμεῖσθαι Κάτωνα τότε μὲν ὑπὸ τῶν φιλοσόφων ἐκωλύθη βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὕστερον δὲ τῷ Βρούτῳ πιστότατον ἑαυτὸν παρασχὼν καὶ χρησιμώτατον ἐν Φιλίπποις ἀπέθανεν.