Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐτελεύτησε δὲ Κάτων ἔτη δυεῖν δέοντα πεντήκοντα βεβιωκώς. ὁ δὲ υἱὸς αὐτοῦ ὑπὸ Καίσαρος μὲν οὐδὲν ἠδικήθη· λέγεται δὲ ῥᾴθυμος γενέσθαι καὶ περὶ γυναῖκας οὐκ ἀνεπίληπτος. ἐν δὲ Καππαδοκίᾳ, ξένῳ τινὶ χρησάμενος Μαρφαδάτῃ τῶν βασιλικῶν ἔχοντι γύναιον εὐπρεπές, καὶ πλείονα παρʼ αὐτοῖς ἢ καλῶς εἶχε διατρίβων χρόνον,

ἐσκώπτετο τοιαῦτα γραφόντων εἰς αὐτόν

αὔριον Κάτων βαδίζει μετὰ τριάκονθʼ ἡμέρας·
καὶ,
Πόρκιος καὶ Μαρφαδάτης, δύο φίλοι, ψυχὴ μία.
Ψυχὴ γὰρ ἐκαλεῖτο τοῦ Μαρφαδάτου τὸ γύναιον, καὶ ἔτι,
εὐγενὴς καὶ λαμπρὸς ὁ Κάτων βασιλικὴν ψυχὴν ἔχει.
p.410

ἀλλὰ πᾶσάν γε τὴν τοιαύτην ἐξήλειψε καὶ ἠφάνισε τῷ θανάτῳ δύσκλειαν. ἀγωνιζόμενος γὰρ ἐν Φιλίπποις πρὸς Καίσαρα καὶ Ἀντώνιον ὑπὲρ τῆς ἐλευθερίας, καὶ κλινομένης τῆς φάλαγγος οὔτε φυγεῖν οὔτε λαθεῖν ἀξιώσας, ἀλλὰ προκαλούμενος τοὺς πολεμίους ἔμπροσθεν ἑαυτὸν ἐμφανίζων καὶ συνεξορμῶν τοὺς συμμένοντας ἔπεσε, θαῦμα τῆς ἀρετῆς τοῖς ἐναντίοις παρασχών.

ἔτι δὲ μᾶλλον ἡ θυγάτηρ τοῦ Κάτωνος οὔτε σωφροσύνης οὔτε ἀνδρείας ἀπολειφθεῖσα Βρούτῳ γὰρ συνῴκει τῷ κτείναντι Καίσαρα αὐτῆς τε τῆς συνωμοσίας μετέσχε, καὶ προήκατο τὸν βίον ἀξίως τῆς εὐγενείας καὶ ἀρετῆς, ὡς ἐν τοῖς περὶ Βρούτου γέγραπται. Στατύλλιος δὲ φήσας μιμεῖσθαι Κάτωνα τότε μὲν ὑπὸ τῶν φιλοσόφων ἐκωλύθη βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὕστερον δὲ τῷ Βρούτῳ πιστότατον ἑαυτὸν παρασχὼν καὶ χρησιμώτατον ἐν Φιλίπποις ἀπέθανεν.