Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ τοῦτʼ ἐποίησεν ἡδίους ἅπαντας, ὡς ζωτικῶς ἔχοντος αὐτοῦ. μετʼ ὀλίγον δὲ παρῆν ὁ Βούτας ἀπαγγέλλων τοὺς μὲν ἄλλους ἀνῆχθαι, Κράσσον δὲ λείπεσθαι ὑπὸ ἀσχολίας τινός, ὅσον δὲ οὔπω καὶ τοῦτον ἐμβαίνειν, πολὺν δὲ χειμῶνα καὶ μέγα πνεῦμα κατέχειν τὴν θάλατταν. τοῦτο ἀκούσας ὁ Κάτων ἐστέναξεν οἴκτῳ τῶν πλεόντων, καὶ πάλιν ἔπεμψε τὸν Βούταν ἐπὶ θάλατταν, εἴ τις ἄρα παλινδρομήσας δέοιτό τινος τῶν ἀναγκαίων, ἀπαγγελοῦντα πρὸς αὐτόν.

ἤδη δὲ ὄρνιθες ᾖδον, καὶ μικρὸν αὖθις κατηνέχθη πρὸς ὕπνον. ἐπανελθόντος δὲ τοῦ Βούτα καὶ φράσαντος πολλὴν ἡσυχίαν περὶ τοὺς λιμένας εἶναι, προσέταξεν αὐτῷ τὴν θύραν κλεῖσαι, καὶ καθῆκεν ἑαυτὸν εἰς τὸ κλινίδιον ὡς τὸ λοιπὸν ἔτι τῆς νυκτὸς ἀναπαυσόμενος.

ἐξελθόντος δὲ τοῦ Βούτα σπασάμενος τὸ ξίφος ἔωσε μὲν ὑπὸ τὸ

p.406
στῆθος, τῇ δὲ χειρὶ κουφότερον διὰ τὴν φλεγμονὴν χρησάμενος οὐκ εὐθὺς ἀπήλλαξεν ἑαυτόν, ἀλλὰ δυσθανατῶν ἐξέπεσε τῆς κλίνης καὶ ψόφον ἐποίησε, καταβαλὼν ἀβάκιόν τι τῶν γεωμετρικῶν παρακείμενον, ὥστε τοὺς θεράποντας αἰσθομένους ἀναβοῆσαι καὶ τὸν υἱὸν αὐτίκα καὶ τοὺς φίλους
paris.1624.794
ἐπεισελθεῖν.

ἰδόντες δὲ πεφυρμένον αἵματι καὶ τῶν ἐντέρων τὰ πολλὰ προπεπτωκότα, ζῶντα δʼ αὐτόν ἔτι καὶ βλέποντα, δεινῶς μὲν ἅπαντες ἔσχον, ὁ δὲ ἰατρὸς προσελθὼν ἐπειρᾶτο τῶν ἐντέρων ἀτρώτων διαμεινάντων ταῦτά τε καθιστάναι καὶ τὸ τραῦμα διαρράπτειν. ὡς οὖν ἀνήνεγκεν ὁ Κάτων καὶ συνεφρόνησε, τὸν μὲν ἰατρὸν ἀπεώσατο, ταῖς χερσὶ δὲ τὰ ἔντερα σπαράξας καὶ τὸ τραῦμα ἐπαναρρήξας ἀπέθανεν.

ἐν ᾧ δὲ οὐκ ἄν τις ᾤετο χρόνῳ τοὺς κατὰ τὴν οἰκίαν πάντας ᾐσθῆσθαι τὸ πάθος, ἐπὶ ταῖς θύραις ἦσαν οἱ τριακόσιοι, καὶ μικρὸν ὕστερον ὁ δῆμος ἤθροιστο τῶν Ἰτυκαίων, μιᾷ φωνῇ τὸν εὐεργέτην καὶ σωτῆρα καὶ μόνον ἐλεύθερον καὶ μόνον ἀήττητον καλούντων.