Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐμοὶ γὰρ, εἶπεν, εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν πρὸς ἐκεῖνον μόνον, οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ, παρανομεῖ δὲ σῴζων ὡς κύριος ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν. ὅπως μέντοι παραιτήσῃ τοὺς τριακοσίους κοινῇ σκοπῶμεν, εἰ βούλει.

γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου τὸν υἱὸν αὐτῷ συνέστησε καὶ τοὺς ἑταίρους ἀπιόντι· καὶ προπέμψας ἐκεῖνον καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, καὶ τὸν υἱὸν καὶ τοὺς φίλους συναγαγὼν ἄλλα τε πολλὰ διελέχθη καὶ πολιτείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ· τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ

p.398
πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι, καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον.

ἐν δὲ τῷ λούεσθαι τοῦ Στατυλλίου μνησθεὶς καὶ μέγα φθεγξάμενος, ἐξέπεμψας, εἶπεν, ὦ Ἀπολλωνίδη, τὸν Στατύλλιον ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών; καὶ πέπλευκεν ὁ ἀνὴρ μηδὲ ἀσπασάμενος ἡμᾶς; πόθεν; εἶπεν ὁ Ἀπολλωνίδης· καίτοι πολλὰ διελέχθημεν· ἀλλὰ ὑψηλός ἐστι καὶ ἄτρεπτος, καὶ μένειν φησὶ καὶ πράττειν ὅ τι ἂν σὺ πράττῃς. πρὸς ταῦτά φασι τὸν Κάτωνα μειδιᾶσαι καὶ εἰπεῖν ἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται.

λουσάμενος δὲ μετὰ πολλῶν ἐδείπνει καθήμενος, ὥσπερ εἰώθει μετὰ τὴν μάχην οὐ γὰρ κατεκλίθη πλὴν καθεύδων συνεδείπνουν δὲ πάντες οἱ ἑταῖροι καὶ τῶν Ἰτυκαίων οἱ ἄρχοντες, καὶ μετὰ τὸ δεῖπνον ὁ πότος ἔσχε μοῦσαν πολλὴν καὶ χάριν, ἄλλων ἐπʼ ἄλλοις λόγων φιλοσόφων κυκλούντων, ἄχρι οὗ περιῆλθεν ἡ ζήτησις εἰς ταῦτα δὴ τὰ παράδοξα καλούμενα τῶν Στωϊκῶν, τὸ μόνον εἶναι τὸν ἀγαθὸν ἐλεύθερον, δούλους δὲ τοὺς φαύλους ἅπαντας.

ἐνταῦθα δή, ὡς εἰκός, ἀντιβάντος τοῦ Περιπατητικοῦ, σφοδρὸς ἐμπεσὼν ὁ Κάτων καὶ τόνον προσθεὶς καὶ τραχύτητα φωνῆς ἀπέτεινε πορρωτάτω τὸν λόγον, ἀγῶνι θαυμαστῷ χρησάμενος, ὥστε μηδένα λαθεῖν ὅτι τῷ βίῳ πέρας ἔγνωκεν ἐπιθεὶς ἀπαλλάττεσθαι τῶν παρόντων, διὸ καὶ μετὰ τὸν λόγον σιωπῆς καὶ κατηφείας γενομένης ἐν πᾶσιν, ἀναλαμβάνων αὐτοὺς καὶ ἀπάγων τῆς ὑποψίας ὁ Κάτων αὖθις ὑπὲρ τῶν παρόντων ἐνέβαλλεν ἐρωτήματα καὶ

p.400
φροντίδας, ὡς δεδιὼς μὲν ὑπὲρ τῶν πλεόντων, δεδιὼς δὲ ὑπὲρ τῶν ὁδευόντων ἐρημίαν ἄνυδρον καὶ βάρβαρον.