Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ Λεύκιος Καῖσαρ, οἰκεῖος μὲν ὢν Καίσαρος ἐκείνου, μέλλων δὲ πρεσβεύειν ὑπὲρ τῶν τριακοσίων, παρεκάλει τὸν Κάτωνα λόγον αὐτῷ συνυποθέσθαι πιθανόν ᾧ χρήσεται περὶ ἐκείνων, ὑπὲρ σοῦ μὲν γὰρ αὐτοῦ καὶ χειρῶν ἐμοὶ καλὸν ἅψασθαι καὶ γόνασι προσπεσεῖν Καίσαρος οὐκ εἴα ταῦτά ποιεῖν ὁ Κάτων αὐτόν.

paris.1624.792

ἐμοὶ γὰρ, εἶπεν, εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν πρὸς ἐκεῖνον μόνον, οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ, παρανομεῖ δὲ σῴζων ὡς κύριος ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν. ὅπως μέντοι παραιτήσῃ τοὺς τριακοσίους κοινῇ σκοπῶμεν, εἰ βούλει.