Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δὲ τούτῳ παρῆν ὁ Ῥούβριος σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον, ὡς ἀφισταμένων καὶ διαταραττόντων τὴν πόλιν. ἐφʼ οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, ὁ δὲ Κάτων ἐκείνους τε θαρσύνειν ἐπειρᾶτο καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων.

οἱ δὲ ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες· ἔφασαν γὰρ οὔτε Ἰόβα δεῖσθαι μισθοδοτοῦντος οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος, Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι· καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ, συνεπιθήσεσθαι καὶ προδώσειν.

εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους ἢ διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πολεμίων καὶ βαρβάρων καλείτω. ταῦτα ὁ Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δὲ ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων.

καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐδὲ παραγωγὰς πλασσομένοις ὑπʼ αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δέ χαλεπαίνουσιν εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους μηδὲ βουλομένους· ἔνιοι

p.390
δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει Καίσαρος προσιόντος.

ἀλλὰ τοῦτο μὲν ὡς οὐκ ἀκούσας ὁ Κάτων παρῆκε· καὶ γὰρ ἦν ὑποκωφότερος· ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς μὲν[*](μὲν bracketed by Coraës and Bekker.) ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν φίλων ἐξαναστάς· καὶ θεασάμενος ἤδη προκεχωρηκότας ἵππον λαβὼν ἐδίωκε πρὸς αὐτούς.

οἱ δὲ ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο καὶ παρεκάλουν σῴζεσθαι μετʼ αὐτῶν, τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.