Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοιαῦτα τοῦ Κάτωνος εἰπόντος, ἦσαν μὲν οἱ καὶ τοῖς λόγοις ἀγόμενοι πρὸς τὸ θαρρεῖν, οἱ δὲ πλεῖστοι πρὸς τὸ ἀδεὲς καὶ γενναῖον αὐτοῦ καὶ φιλάνθρωπον ὀλίγου δεῖν ἐκλαθόμενοι τῶν παρόντων, ὡς μόνον ὄντα τοῦτον ἀήττητον ἡγεμόνα καὶ πάσης κρείττονα τύχης, ἐδέοντο χρῆσθαι καὶ σώμασιν αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις, ὅπως αὐτὸς ἔγνωκε· κρεῖττον γὰρ ἐκείνῳ πειθομένους ἀποθανεῖν ἢ σώζεσθαι προδόντας ἀρετὴν τοσαύτην.

εἰπόντος δέ τινος ὡς χρὴ ψηφίσασθαι δούλοις ἐλευθερίαν, καὶ τῶν πλείστων συνεπαινεσάντων, οὐκ ἔφη τοῦτο ποιήσειν ὁ Κάτων οὐ γὰρ εἶναι νόμιμον οὐδὲ δίκαιον, αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς ἐν ἡλικίᾳ δέχ; εσθαι. γενομένων δὲ πολλῶν ὑποσχέσεων κελεύσας ἀπογράφεσθαι τὸν βουλόμενον ἀπηλλάττετο.

καὶ μετὰ μικρὸν

p.384
ἧκεν αὐτῷ γράμματα παρὰ Ἰόβα καὶ Σκηπίωνος, Ἰόβα μὲν ἐν ὄρει κεκρυμμένου μετʼ ὀλίγων ἐρωτῶντος ὅ τι πράττειν δέδοκται τῷ Κάτωνι· καὶ γὰρ περιμενεῖν Ἰτύκην ἐκλιπόντα καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν, Σκηπίωνος δὲ πρὸς ἄκρᾳ τινὶ ναυλοχοῦντος οὐ πόρρω τῆς Ἰτύκης ἐπὶ τοῖς αὐτοῖς καραδοκοῦντος.