Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων εἰ δὲ ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν, ἀκούσης τῆς Ἀφροδίτης, καὶ κατʼ ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν τὸ δεῖπνον ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο τὸ πίνειν, ὥστε πολλάκις ἐν οἴνῳ διάγειν εἰς ὄρθρον.

αἰτίαν δὲ ἔλεγον οἱ φίλοι τούτου τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα, πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις. διὸ καὶ Μεμμίου τινὸς ἐν συλλόγῳ φήσαντος ὅλας τὸν Κάτωνα μεθύσκεσθαι τὰς νύκτας, ὑπολαβὼν ὁ Κικέρων, ἐκεῖνο δὲ οὐ λέγεις, εἶπεν, ὅτι καὶ τὰς ἡμέρας ὅλας κυβεύει;

καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς

p.250
ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν, πολλάκις δʼ ἀνυπόδητος καὶ ἀχίτων εἰς τὸ δημόσιον προῄει μετʼ ἄριστον, οὐ δόξαν ἐκ ταύτης τῆς καινότητος θηρώμενος, ἀλλὰ ἐθίζων ἑαυτὸν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι μόνοις, τῶν δὲ ἄλλων ἀδόξων καταφρονεῖν.

καὶ κληρονομίαν δὲ αὐτῷ προσγενομένην ἀνεψιοῦ Κάτωνος ἑκατὸν ταλάντων εἰς ἀργύριον συναγαγών παρεῖχεν ἄνευ τόκων χρῆσθαι τῷ δεομένῳ τῶν φίλων, ἔνιοι δὲ καὶ χωρία καὶ θεράποντας αὐτοῦ διδόντος καὶ βεβαιοῦντος ὑπέθεντο πρὸς τὸ δημόσιον.