Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τούτων προσπεσόντων ἡ μὲν πόλις, οἷον εἰκὸς ἐν νυκτὶ καὶ πολέμῳ, πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν ἔκφρων γενομένη μόλις ἑαυτὴν ἐντὸς τειχῶν κατεῖχεν, ὁ δὲ Κάτων προελθὼν τότε μέν, ὡς ἑκάστοις ἀπήντα διαθέουσι καὶ βοῶσιν, ἐπιλαμβανόμενος καὶ παραμυθούμενος ἀφῄρει τοῦ δέους τὸ περιθαμβὲς καὶ ταραχῶδες, ὡς οὐ τηλικούτων ἴσως γεγονότων, ἀλλὰ ἐπὶ μεῖζον αἰρομένων τῷ λόγῳ, καὶ κατέστησε τὸν θόρυβον·

ἅμα δʼ ἡμέρᾳ τοὺς τριακοσίους οἷς ἐχρῆτο βουλῇ, Ῥωμαίους μὲν ὄντας, ἐν δὲ Λιβύῃ

p.380
πραγματευομένους ἀπὸ ἐμπορίας καὶ δανεισμῶν, εἰς ἱερὸν Διὸς ἐκήρυττε συνιέναι, καὶ ὅσοι παρῆσαν ἀπὸ συγκλήτου, καὶ παῖδας αὑτῶν, ἔτι δὲ συλλεγομένων ἐκείνων προσελθὼν ἀθορύβως καὶ μετὰ εὐσταθείας, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, βιβλίον ἔχων ἐν ταῖς χερσὶν ἀνεγίνωσκεν. ἦν δὲ ἀναγραφὴ τῶν πρὸς τὸν πόλεμον ὀργάνων, ὅπλων, σίτου, τόξων, ὁπλιτῶν.[*](ὁπλιτῶν. bracketed by Bekker.)

ἐπεὶ δὲ συνῆλθον, ἀρξάμενος ἀπὸ τῶν τριακοσίων καὶ διελθὼν πολὺν ἔπαινον τῆς προθυμίας αὑτῶν καὶ τῆς πίστεως, ἣν ἐπεδείξαντο καὶ χρήμασι καὶ σώμασι καὶ βουλαῖς ὠφελιμώτατοι γενόμενοι, παρεκάλει μὴ διαλυθῆναι ταῖς ἐλπίσιν ἕκαστον αὑτῷ φυγὴν ἰδίαν ἢ ἀπόδρασίν τινα ποριζόμενον. ἂν γὰρ ἐν ταὐτῷ συμμένωσι, καὶ πολεμούντων ἧττον καταφρονήσειν Καίσαρα, καὶ φείσεσθαι μᾶλλον δεομένων.

βουλεύεσθαι δʼ ἐκέλευεν αὐτοὺς ὑπὲρ αὑτῶν, οὐδέτερα μεμψόμενος, ἀλλʼ εἰ μὲν τρέποιντο τῇ γνώμῃ πρὸς τὴν τύχην, τῆς ἀνάγκης θησόμενος τὴν μεταβολήν ἱσταμένων δὲ πρὸς τὰ δεινὰ καὶ δεχομένων τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, οὐκ ἐπαινεσόμενος μόνον, ἀλλὰ καὶ θαυμασόμενος τὴν ἀρετὴν, καὶ παρέξων ἑαυτὸν ἄρχοντα καὶ συναγωνιζόμενον,

ἄχρι οὗ τὴν ἐσχάτην τύχην τῆς πατρίδος ἐξελέγξωσιν, ἣν οὐκ Ἰτύκην οὐδὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους ἀναφέρεσθαι, πολλῶν δʼ αὐτοῖς εἰς σωτηρίαν καὶ ἀσφάλειαν ὑποκειμένων, καὶ μεγίστου πρὸς ἄνδρα πολεμεῖν ἐπὶ πολλὰ τοῖς καιροῖς

p.382
ἀνθελκόμενον, Ἰβηρίας τε πρὸς Πομπήϊον ἀφεστώσης τὸν νέον,

αὐτῆς τε τῆς Ῥώμης οὔπω διʼ ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλʼ ἀναξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐδὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλὰ ἔχειν διδάσκαλον τὸν πολέμιον ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν.

οὐ μὴν ἀλλʼ ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι

paris.1624.789
καθʼ ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.