Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἃ δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.

πρὸς ταῦτα ὁ Κάτων ἀντέγραψεν ὡς ἕτοιμός ἐστιν οὓς ἤγαγεν αὐτὸς εἰς Λιβύην ὁπλίτας καί ἱππεῖς παραλαβὼν εἰς Ἰταλίαν περαιοῦν, καί Καίσαρα μεθιστάναι καί τρέπειν ἀπʼ ἐκείνων

paris.1624.788
πρὸς αὑτόν, ὡς δὲ καί τούτων ὁ Σκηπίων κατεγέλα, πάνυ δῆλος ἦν ἀχθόμενος ὁ Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκηπίωνα χρησόμενον, οὔτε, ἂν παραλόγως εὐτυχήσῃ, μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς
p.378
πολίτας ἐσόμενον.

διὸ καὶ γνώμην εἶχεν ὁ Κάτων, καὶ πρὸς τοὺς συνήθεις ἔλεγεν, οὐ χρηστὰς μὲν ἐλπίδας ἔχειν ὑπὲρ τοῦ πολέμου διʼ ἀπειρίαν καί θρασύτητα τῶν ἡγεμόνων, εἰ δʼ οὖν εὐτυχία τις γένοιτο καί καταλυθείη Καῖσαρ, οὐ μενεῖν ἐν Ῥώμῃ, φεύξεσθαι δὲ τὴν χαλεπότητα καί πικρίαν τοῦ Σκηπίωνος, ἤδη τότε δεινὰς καί ὑπερηφάνους ποιουμένου κατὰ πολλῶν ἀπειλάς.