Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τὰ δὲ πράγματα κακῶς εἶχε τοῖς περὶ Σκηπίωνα καί Οὐᾶρον, ἐκ διαφορᾶς καί στάσεως ὑποδυομένοις καί θεραπεύουσι τὸν Ἰόβαν, οὐκ ἀνεκτὸν ὄντα βαρύτητι φρονήματος καί ὄγκῳ διὰ πλοῦτον καί δύναμιν ὅς γε Κάτωνι πρῶτον ἐντυγχάνειν μέλλων μέσον ἔθηκε τὸν ἑαυτοῦ θρόνον τοῦ Σκηπίωνος καί τοῦ Κάτωνος.

ὁ μέντοι Κάτων

p.374
ὡς εἶδεν, ἄρας τὸν ἑαυτοῦ μετέθηκεν ἐπὶ θάτερα, μέσον λαμβάνων τὸν Σκηπίωνα, καίπερ ἐχθρὸν ὄντα καί τι καί βιβλίον ἐκδεδωκότα βλασφημίας ἔχον τοῦ Κάτωνος, εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι. τότε δʼ οὖν καί τὸν Ἰόβαν ἔπαυσε μονονουχὶ σατράπας πεποιημένον ἑαυτοῦ τοὺς περὶ τὸν Σκηπίωνα, κἀκείνους διήλλαξεν.

ἀξιούντων δὲ πάντων ἄρχειν αὐτόν, καὶ πρώτων τῶν περὶ Σκηπίωνα καί Οὐᾶρον ἐξισταμένων καί παραδιδόντων τὴν ἡγεμονίαν, οὐκ ἔφη καταλύσειν τοὺς νόμους περὶ ὧν τῷ καταλύοντι πολεμοῦσιν, οὐδὲ ἑαυτὸν ἀντιστράτηγον ὄντα παρόντος ἀνθυπάτου προτάξειν. ἀνθύπατος γὰρ ὁ Σκηπίων ἀπεδέδεικτο, καί θάρσος εἶχον οἱ πολλοὶ διὰ τοὔνομα, κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος.