Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκπεμφθεὶς δὲ εἰς Ἀσίαν, ὡς τοῖς ἐκεῖ συνάγουσι πλοῖα καὶ στρατιὰν ὠφέλιμος γένοιτο, Σερβιλίαν ἐπηγάγετο τὴν ἀδελφὴν καὶ τὸ Λευκούλλου παιδίον ἐξ ἐκείνης γεγονός, ἠκολούθησε

p.366
γὰρ αὐτῷ χηρεύουσα, καὶ πολὺ τῶν εἰς τὸ ἀκόλαστον αὐτῆς διαβολῶν ἀφεῖλεν ὑποδῦσα τὴν ὑπὸ Κάτωνι φρουρὰν καὶ πλάνην καὶ δίαιταν ἑκουσίως.

ἀλλʼ ὅ γε Καῖσαρ οὐδὲ τῶν ἐπʼ ἐκείνῃ βλασφημιῶν τοῦ Κάτωνος ἐφείσατο. πρὸς μὲν οὖν τἆλλα τοῦ Κάτωνος οὐδὲν, ὡς ἔοικεν, ἐδεήθησαν οἱ Πομπηΐου στρατηγοί, Ῥοδίους δὲ πειθοῖ προσαγαγόμενος καὶ τὴν Σερβιλίαν αὐτόθι καὶ τὸ παιδίον ἀπολιπών ἐπανῆλθε πρὸς Πομπήϊον, ἤδη πεζικῆς τε λαμπρᾶς καὶ ναυτικῆς δυνάμεως περὶ αὐτὸν οὔσης.

ἔνθα δὴ καὶ μάλιστα τῆς γνώμης κατάφωρος ἔδοξε γεγονέναι Πομπήϊος, ὥρμησε μὲν γὰρ ἐγχειρίσαι τῷ Κάτωνι τὴν τῶν νεῶν ἡγεμονίαν ἦσαν δὲ πεντακοσίων μὲν οὐκ ἐλάττους αἱ μάχιμοι, λιβυρνικὰ δὲ καὶ κατασκοπικὰ καὶ ἄφρακτα παμπληθῆ·

ταχὺ δὲ ἐννοήσας ἢ διδαχθεὶς ὑπὸ τῶν φίλων ὡς ἕν ἐστι κεφάλαιον Κάτωνι πάσης πολιτείας ἐλευθερῶσαι τὴν πατρίδα, κἂν γένηται κύριος τηλικαύτης δυνάμεως, ἧς ἂν ἡμέρας καταγωνίσωνται Καίσαρα, τῆς αὐτῆς ἐκείνης ἀξιώσει καὶ Πομπήϊον τὰ ὅπλα καταθέσθαι καὶ τοῖς νόμοις ἕπεσθαι, μετέγνω, καίπερ ἤδη διειλεγμένος αὐτῷ, καὶ Βύβλον ἀπέδειξε ναύαρχον.