Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀναστὰς ἐκεῖνος οὐχ ὑπʼ ὀργῆς οὐδὲ φιλονεικίας, ἀλλʼ ὥσπερ ἐκ λογισμοῦ καὶ παρασκευῆς τὰ μὲν εἰς ἑαυτὸν ἐγκλήματα λοιδορίαις καὶ σκώμμασιν ὅμοια καὶ παιδιάν τινα καὶ βωμολοχίαν τοῦ Καίσαρος ἀπέδειξεν, ἁψάμενος δὲ τῶν ἐκείνου βουλευμάτων ἀπʼ ἀρχῆς καὶ πᾶσαν αὐτοῦ τὴν διάνοιαν, ὥσπερ οὐκ ἐχθρός, ἀλλὰ συνωμότης καὶ κοινωνὸς, ἐκκαλύψας, καὶ διδάξας ὡς οὐ Γερμανῶν οὐδὲ Κελτῶν παῖδας, ἀλλʼ ἐκεῖνον αὐτὸν,

εἰ σωφρονοῦσι, φοβητέον ἐστὶν αὐτοῖς, οὕτως ἐπέστρεψε καὶ παρώξυνεν ὡς τοὺς φίλους τοῦ Καίσαρος μετανοεῖν, ὅτι τὴν ἐπιστολὴν ἀναγνόντες ἐν τῇ βουλῇ καιρὸν τῷ Κάτωνι λόγων δικαίων καὶ κατηγοριῶν ἀληθῶν παρέσχον, Ἐκυρώθη μὲν οὖν οὐδέν, ἀλλʼ ἐλέχθη μόνον ὅτι καλῶς ἔχει διάδοχον Καίσαρι δοθῆναι.

τῶν δὲ φίλων ἀξιούντων καὶ Πομπήϊον ἐξ ἴσου τὰ ὅπλα καταθέσθαι καὶ

p.360
ἀποδοῦναι τὰς ἐπαρχίας ἢ μηδὲ Καίσαρα, νῦν ἐκεῖνα βοῶν ὁ Κάτων ἃ προὔλεγεν αὐτοῖς ἥκειν, καὶ βιάζεσθαι τὸν ἄνθρωπον ἀναφανδὸν ἤδη τῇ δυνάμει χρώμενον ἣν ἔσχεν ἐξαπατῶν καὶ φενακίζων τὴν πόλιν, ἔξω μὲν οὐδὲν ἐπέραινε, τοῦ δήμου θέλοντος ἀεὶ τὸν Καίσαρα μέγιστον εἶναι, τὴν δὲ σύγκλητον εἶχε πειθομένην καὶ φοβουμένην τὸν δῆμον.

ὡς δὲ Ἀρίμινον κατείληπτο καὶ Καῖσαρ κατηγγέλλετο μετὰ στρατιᾶς ἐλαύνειν ἐπὶ τὴν πόλιν, ἐνταῦθα δὴ πάντες ἐπʼ ἐκεῖνον ἀφεώρων, οἵ τε πολλοὶ καὶ Πομπήϊος, ὡς μόνον μὲν ἐξ ἀρχῆς προαισθόμενον, πρῶτον δὲ φανερῶς προειπόντα τὴν Καίσαρος γνώμην.