Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

αἰτιᾶται δὲ Κικέρων ὅτι, τῶν πραγμάτων ἄρχοντος τοιούτου δεομένων, οὐκ ἐποιήσατο σπουδὴν οὐδὲ ὑπῆλθεν ὁμιλίᾳ φιλανθρώπῳ τὸν δῆμον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν ἐξέκαμε καὶ ἀπηγόρευσε, καίτοι τὴν στρατηγίαν αὖθις ἐξ ὑπαρχῆς μετελθών.

ἔλεγεν οὖν ὁ Κάτων ὅτι τῆς μὲν στρατηγίας οὐ κατὰ γνώμην ἐξέπεσε τῶν πολλῶν, ἀλλὰ βιασθέντων ἢ διαφθαρέντων, ἐν δὲ ταῖς ὑπατικαῖς ψήφοις μηδεμιᾶς κακουργίας γενομένης ἔγνω καὶ τῷ δήμῳ προσκεκρουκὼς διὰ τὸν αὑτοῦ τρόπον, ὃν οὔτε μεταθέσθαι πρὸς ἑτέρων χάριν οὔτε χρώμενον ὁμοίῳ πάλιν ὅμοια

paris.1624.784
παθεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι·
p.358

τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, ὁ δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι καὶ μὴ τρέπειν εἰς αὑτοὺς μηδὲ ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν πόλιν.

οὐ μὴν ἀλλὰ καὶ τοῖς θεοῖς, ἔφη, θύωμεν, ὅτι τῆς τοῦ στρατηγοῦ μανίας καὶ ἀπονοίας τὴν δίκην εἰς τοὺς στρατιώτας οὐ τρέπουσιν, ἀλλὰ φείδονται τῆς πόλεως. ἐκ τούτου Καῖσαρ ἐπιστολὴν γράψας ἀπέστειλεν εἰς τὴν σύγκλητον· ὡς δὲ ἀνεγνώσθη βλασφημίας πολλὰς ἔχουσα καὶ κατηγορίας τοῦ Κάτωνος,

ἀναστὰς ἐκεῖνος οὐχ ὑπʼ ὀργῆς οὐδὲ φιλονεικίας, ἀλλʼ ὥσπερ ἐκ λογισμοῦ καὶ παρασκευῆς τὰ μὲν εἰς ἑαυτὸν ἐγκλήματα λοιδορίαις καὶ σκώμμασιν ὅμοια καὶ παιδιάν τινα καὶ βωμολοχίαν τοῦ Καίσαρος ἀπέδειξεν, ἁψάμενος δὲ τῶν ἐκείνου βουλευμάτων ἀπʼ ἀρχῆς καὶ πᾶσαν αὐτοῦ τὴν διάνοιαν, ὥσπερ οὐκ ἐχθρός, ἀλλὰ συνωμότης καὶ κοινωνὸς, ἐκκαλύψας, καὶ διδάξας ὡς οὐ Γερμανῶν οὐδὲ Κελτῶν παῖδας, ἀλλʼ ἐκεῖνον αὐτὸν,