Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τότε δʼ οὖν κρατήσας τῆς δίκης πάλιν ἑαυτὸν εἰς τὴν σιωπὴν καὶ τὴν ἄσκησιν συνέστειλε· καὶ

paris.1624.762
διεπόνει τὸ σῶμα γυμνασίοις ἐνεργοῖς, ἐθιζόμενος ἀνέχεσθαι καὶ καύματα καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς πᾶσαν ὥραν ἄτερ ὀχήματος, τῶν δὲ φίλων οἱ συνεκδημοῦντες ἵπποις ἐχρῶντο, καὶ πολλάκις ἑκάστῳ παρέβαλλεν ὁ Κάτων ἐν μέρει προσδιαλεγόμενος, περιπατῶν αὐτὸς ὀχουμένων. θαυμαστῇ δὲ καὶ περὶ τὰς νόσους ὑπομονῇ μετʼ ἐγκρατείας ἐχρῆτο· πυρέττων γὰρ μόνος ἐφʼ ἑαυτοῦ διημέρευε μηδένα προσιέμενος, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματος.

ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων εἰ δὲ ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν, ἀκούσης τῆς Ἀφροδίτης, καὶ κατʼ ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν τὸ δεῖπνον ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο τὸ πίνειν, ὥστε πολλάκις ἐν οἴνῳ διάγειν εἰς ὄρθρον.