Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω δʼ ἀποδειχθεὶς ὕπατος ὁ Πομπήϊος ἐδεήθη τοῦ Κάτωνος ἐλθεῖν πρὸς αὐτὸν

p.352
εἰς τὸ προάστειον. ἐλθόντα δὲ δεξάμενος φιλοφρόνως ἀσπασμοῖς καὶ δεξιώσεσι καὶ χάριν ὁμολογήσας παρεκάλει σύμβουλον αὑτῷ καὶ πάρεδρον εἶναι τῆς ἀρχῆς.

ὁ δὲ Κάτων ἀπεκρίνατο μήτε τὰ πρῶτα πρὸς ἀπέχθειαν εἰπεῖν Πομπηΐου μήτε ταῦτα πρὸς χάριν, ἀλλʼ ἐπὶ συμφέροντι πάντα τῆς πόλεως· ἰδίᾳ μὲν οὖν αὐτῷ παρακαλοῦντι σύμβουλος ἔσεσθαι, δημοσίᾳ, δέ, κἂν μὴ παρακαλῆται, πάντως ἐρεῖν τὸ φαινόμενον.

καὶ ταῦτα ἔπραττεν ὡς εἶπε. πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηΐου νομοθετοῦντος ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν· οὔτε γὰρ ὅπου στήσεται τὸ τὰ προημαρτημένα ζητεῖν ὁρίσαι ῥᾴδιον, ἐάν τε νεώτερα γράφηται τῶν ἀδικημάτων

paris.1624.783
ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς, ὃν οὐ παρέβαινον ὅτʼ ἠδίκουν νόμον, κατὰ τοῦτον κολαζομένους.

ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα ἐν[*](ἐν Coraës and Bekker, with most MSS.: τοῖς with M.) πολλοῖς καὶ καμπτόμενον ἐπετίμα σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν ʽἔτυχε γὰρ δικάζωνʼ ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν.

ὁ δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν

p.354
δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον ἥλω. καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον ὁ Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν μήτε ἀπολέγειν τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν τοῖς δικαίοις· ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.