Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ, Σκηπίωνος καὶ Ὑψαίου καὶ Μίλωνος ὑπατείαν μετερχομένων οὐ μόνον ἐκείνοις τοῖς συντρόφοις ἤδη καὶ συμπολιτευομένοις ἀδικήμασι, δωροδοκίαις καὶ δεκασμοῖς, ἀλλʼ ἄντικρυς διʼ ὅπλων καὶ φόνων εἰς ἐμφύλιον πόλεμον ὠθουμένων τόλμῃ καὶ ἀπονοίᾳ, Πομπήϊόν τινες ἠξίουν ἐπιστῆναι ταῖς ἀρχαιρεσίαις, τὸ μὲν πρῶτον ἀντεῖπεν ὁ Κάτων, οὐ τοῖς νόμοις ἐκ Πομπηΐου φάμενος, ἀλλʼ ἐκ τῶν νόμων Πομπηΐῳ δεῖν ὑπάρχειν τὴν ἀσφάλειαν,

ὡς δὲ πολὺν χρόνον ἀναρχίας οὔσης καὶ τριῶν στρατοπέδων τὴν ἀγορὰν ὁσημέραι περιεχόντων ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν, ἔγνω τὰ πράγματα πρὸ τῆς ἐσχάτης ἀνάγκης εἰς Πομπήϊον ἑκουσίῳ χάριτι τῆς βουλῆς περιστῆσαι, καὶ τῷ μετριωτάτῳ τῶν παρανομημάτων χρησάμενος ἰάματι τῆς τῶν μεγίστων καταστάσεως τὴν μοναρχίαν ἐπαγαγέσθαι μᾶλλον ἢ περιϊδεῖν τὴν στάσιν εἰς μοναρχίαν[*](μοναρχίαν Sintenis1 and Coraës, with the MSS.; Sintenis2 and Bekker adopt the ἀναρχίαν of Emperius.) τελευτῶσααν.

εἶπεν οὖν ἐν τῇ βουλῇ γνώμην Βύβλος οἰκεῖος ὢν Κάτωνος, ὡς χρὴ μόνον ἑλέσθαι Πομπήϊον ὕπατον ἢ γὰρ ἕξειν καλῶς τὰ πράγματα ἐκείνου καταστήσαντος, ἢ τῷ κρατίστῳ δουλεύσειν τὴν πόλιν. ἀναστὰς δὲ ὁ Κάτων οὐδενὸς ἂν προσδοκήσαντος ἐπῄνεσε τὴν γνώμην καὶ συνεβούλευσε πᾶσαν ἀρχὴν ὡς ἀναρχίας κρείττονα, Πομπήϊον δὲ καὶ προσδοκᾶν ἄριστα τοῖς παροῦσι χρήσεσθαι πράγμασι καὶ φυλάξειν διαπιστευθέντα τὴν πόλιν.