Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτως μὲν ἠμύνατο τὸν Πομπήϊον. ἦν δὲ Μᾶρκος Φαώνιος ἑταῖρος αὐτοῦ καὶ ζηλωτής, οἷος ὁ Φαληρεὺς Ἀπολλόδωρος ἱστορεῖται περὶ Σωκράτην γενέσθαι τὸν παλαιόν, ἐμπαθὴς καὶ παρακεκινηκὼς πρὸς τὸν λόγον, οὐ σχέδην οὐδὲ πρᾴως, ἀλλʼ ἄκρατον αὐτοῦ καθαψάμενον ὥσπερ

p.348
οἶνον καὶ μανικώτερον.

οὗτος ἀγορανομίαν μετιὼν ἡττᾶτο, συμπαρὼν δὲ ὁ Κάτων προσέσχε ταῖς δέλτοις μιᾷ χειρὶ γεγραμμέναις· καὶ τὴν

paris.1624.782
κακουργίαν ἐξελέγξας τότε μὲν ἐπικλήσει δημάρχων ἔλυσε τὴν ἀνάδειξιν, ὕστερον δὲ τοῦ Φαωνίου κατασταθέντος ἀγορανόμου τά τε ἄλλα τῆς ἀρχῆς ἐπεμελεῖτο καὶ τὰς θέας διεῖπεν ἐν τῷ θεάτρῳ, διδοὺς καὶ τοῖς θυμελικοῖς στεφάνους μὲν οὐ χρυσοῦς, ἀλλʼ ὥσπερ ἐν Ὀλυμπίᾳ κοτίνων,

δῶρα δὲ ἀντὶ τῶν πολυτελῶν τοῖς μὲν Ἕλλησι τεῦτλα καὶ θρίδακας καὶ ῥαφανῖδας καὶ ἀπίους, τοῖς δὲ Ῥωμαίοις οἴνου κεράμια καὶ κρέα ὕεια καὶ σῦκα καὶ σικύους καὶ ξύλων ἀγκαλίδας, ὧν τὴν εὐτέλειαν οἱ μὲν ἐγέλων, οἱ δὲ ᾐδοῦντο τοῦ Κάτωνος τὸ αὐστηρὸν καὶ κατεστυμμένον ὁρῶντες ἡσυχῇ μεταβάλλον εἰς διάχυσιν.

τέλος δὲ ὁ Φαώνιος εἰς τὸν ὄχλον ἐμβαλὼν ἑαυτὸν καὶ καθεζόμενος ἐν τοῖς θεαταῖς ἐκρότει τὸν Κάτωνα καὶ διδόναι τοῖς εὐημεροῦσι καὶ τιμᾶν ἐβόα, καὶ συμπαρεκάλει τοὺς θεατάς, ὡς ἐκείνῳ τὴν ἐξουσίαν παραδεδωκώς, ἐν δὲ τῷ ἑτέρῳ θεάτρῳ Κουρίων ὁ Φαωνίου συνάρχων ἐχορήγει πολυτελῶς· ἀλλʼ ἐκεῖνον ἀπολείποντες οἱ ἄνθρωποι μετέβαινον ἐνταῦθα, καὶ συνέπαιζον προθύμως ὑποκρινομένῳ τῷ Φαωνίῳ τὸν ἰδιώτην καὶ τῷ Κάτωνι τὸν ἀγωνοθέτην.

ἔπραττε δὲ ταῦτα διασύρων τὸ πρᾶγμα, καὶ διδάσκων ὅτι παίζοντα δεῖ τῇ παιδιᾷ χρῆσθαι καὶ χάριτι παραπέμπειν ἀτύφῳ μᾶλλον ἢ παρασκευαῖς καὶ πολυτελείαις, εἰς τὰ μηδενὸς ἄξια φροντίδας μεγάλας καὶ σπουδὰς κατατιθέμενον.

p.350