Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καλούμενος δὲ αὐτοκράτωρ καὶ στρατηγός ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε διʼ ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος.

οὕτως μὲν ἠμύνατο τὸν Πομπήϊον. ἦν δὲ Μᾶρκος Φαώνιος ἑταῖρος αὐτοῦ καὶ ζηλωτής, οἷος ὁ Φαληρεὺς Ἀπολλόδωρος ἱστορεῖται περὶ Σωκράτην γενέσθαι τὸν παλαιόν, ἐμπαθὴς καὶ παρακεκινηκὼς πρὸς τὸν λόγον, οὐ σχέδην οὐδὲ πρᾴως, ἀλλʼ ἄκρατον αὐτοῦ καθαψάμενον ὥσπερ

p.348
οἶνον καὶ μανικώτερον.

οὗτος ἀγορανομίαν μετιὼν ἡττᾶτο, συμπαρὼν δὲ ὁ Κάτων προσέσχε ταῖς δέλτοις μιᾷ χειρὶ γεγραμμέναις· καὶ τὴν

paris.1624.782
κακουργίαν ἐξελέγξας τότε μὲν ἐπικλήσει δημάρχων ἔλυσε τὴν ἀνάδειξιν, ὕστερον δὲ τοῦ Φαωνίου κατασταθέντος ἀγορανόμου τά τε ἄλλα τῆς ἀρχῆς ἐπεμελεῖτο καὶ τὰς θέας διεῖπεν ἐν τῷ θεάτρῳ, διδοὺς καὶ τοῖς θυμελικοῖς στεφάνους μὲν οὐ χρυσοῦς, ἀλλʼ ὥσπερ ἐν Ὀλυμπίᾳ κοτίνων,