Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ, καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν ἢ τὸ καλὸν καὶ δίκαιον. ταῦτα πολλάκις ἀκούων ὁ Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.

εἰς δὲ τὸ ἑξῆς ἔτος αἱρεθεὶς ὁ Κάτων στρατηγός οὐδὲν ἔδοξε προστιθέναι τῇ ἀρχῇ τοσοῦτον εἰς σεμνότητα καὶ μέγεθος ἄρχων καλῶς, ὅσον ἀφαιρεῖν καὶ καταισχύνειν ἀνυπόδητος καὶ ἀχίτων πολλάκις ἐπὶ τὸ βῆμα προερχόμενος καὶ θανατικὰς δίκας ἐπιφανῶν ἀνδρῶν οὕτω βραβεύων. ἔνιοι δέ φασι καὶ μετʼ ἄριστον οἶνον πεπωκότα χρηματίζειν ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθῶς λέγεται.

διαφθειρομένου δὲ τοῦ δήμου ταῖς δωροδοκίαις ὑπὸ τῶν φιλαρχούντων καὶ

p.342
χρωμένων τῷ δεκάζεσθαι καθάπερ ἐργασίᾳ συνήθει τῶν πολλῶν, βουλόμενος ἐκκόψαι παντάπασι τὸ νόσημα τοῦτο τῆς πόλεως, ἔπεισε δόγμα θέσθαι τὴν σύγκλητον ὅπως οἱ κατασταθέντες ἄρχοντες, εἰ μηδένα κατήγορον ἔχοιεν, αὐτοὶ παριόντες ἐξ ἀνάγκης εἰς ἔνορκον δικαστήριον εὐθύνας διδῶσιν.

ἐπὶ τούτῳ χαλεπῶς μὲν ἔσχον οἱ μετιόντες ἀρχάς, ἔτι δὲ χαλεπώτερον ὁ μισθαρνῶν ὄχλος, ἕωθεν οὖν ἐπὶ τὸ βῆμα τοῦ Κάτωνος προελθόντος ἀθρόοι προσπεσόντες ἐβόων, ἐβλασφήμουν, ἔβαλλον, ὥστε φεύγειν ἀπὸ τοῦ βήματος ἅπαντας, αὐτὸν δὲ ἐκεῖνον ἐξωσθέντα τῷ πλήθει καὶ παραφερόμενον μόλις ἐπιλαβέσθαι τῶν ἐμβόλων.

ἐντεῦθεν ἀναστὰς τῷ μὲν ἰταμῷ καὶ θαρροῦντι τῆς ὄψεως εὐθὺς ἐκράτησε τοῦ θορύβου καὶ τὴν κραυγὴν ἔπαυσεν, εἰπὼν δὲ τὰ πρέποντα καὶ μεθʼ ἡσυχίας ἀκουσθείς παντάπασι διέλυσε τὴν ταραχήν. ἐπαινούσης δὲ τῆς βουλῆς αὐτόν, ἐγὼ δέ, εἶπεν, ὑμᾶς οὐκ ἐπαινῶ κινδυνεύοντα στρατηγὸν ἐγκαταλιπόντας καὶ μὴ προσαμύναντας.