Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Γαΐου δὲ Τρεβωνίου γράψαντος νόμον ὑπὲρ νομῆς ἐπαρχιῶν τοῖς ὑπάτοις, ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφʼ αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας, οἱ μὲν ἄλλοι τὴν ἀντίπραξιν καὶ κώλυσιν ἀπεγνωκότες ἐξέλιπον καὶ τὸ ἀντειπεῖν, Κάτωνι δὲ ἀναβάντι πρὸ τῆς ψηφοφορίας ἐπὶ τὸ βῆμα καὶ βουλομένῳ λέγειν μόλις ὡρῶν δυεῖν λόγον ἔδωκαν.

ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων

paris.1624.780
καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλʼ ἐπιμένοντα κατέσπασεν ὑπηρέτης προσελθών. ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὁ ὑπηρέτης ἐπιλαβόμενος καὶ ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε.

καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα μετὰ κραυγῆς ἐγκελευόμενος τοῖς πολίταις ἀμύνειν. πολλάκις δὲ τούτου γενομένου περιπαθῶν ὁ Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι καὶ πλῆθος ἐπηκολούθει λέγοντος ἅμα σὺν τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν Τρεβώνιον ἀφεῖναι.

κἀκείνην μὲν οὕτω τὴν ἡμέραν ὁ Κάτων κατανάλωσε· ταῖς δʼ ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς

p.340
ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ τοὺς Πομπηΐου βάλλειν ἀνδριάντας.

ἀλλὰ τοῦτο μὲν ἐπελθὼν ὁ Κάτων διεκώλυσε· τῷ δὲ Καίσαρι πάλιν νόμου γραφομένου περὶ τῶν ἐπαρχιῶν καὶ τῶν στρατοπέδων, οὐκέτι πρὸς τὸν δῆμον ὁ Κάτων, ἀλλὰ πρὸς αὐτὸν τραπόμενος Πομπήϊον ἐμαρτύρατο καὶ προὔλεγεν ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δὲ ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι μήτε ἀποθέσθαι δυνάμενος μήτε φέρειν ὑπομένων,

εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ, καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν ἢ τὸ καλὸν καὶ δίκαιον. ταῦτα πολλάκις ἀκούων ὁ Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.