Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐχ ὑποστάντος δὲ τοῦ Δομιτίου τὸ δεινόν, ἀλλʼ εἰς τὴν οἰκίαν καταφυγόντος, ᾑρέθησαν μὲν ὕπατοι Πομπήϊος καὶ Κράσσος, οὐκ ἀπέκαμε δὲ ὁ Κάτων, ἀλλʼ αὐτὸς προελθὼν στρατηγίαν μετῄει, βουλόμενος ὁρμητήριον ἔχειν τῶν πρὸς ἐκείνους ἀγώνων καὶ πρὸς ἄρχοντας ἀντικαθίστασθαι μὴ ἰδιώτης, οἱ δὲ καὶ τοῦτο δείσαντες, ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης,

πρῶτον μὲν ἐξαίφνης καὶ τῶν πολλῶν ἀγνοούντων βουλὴν συναγαγόντες ἐψηφίσαντο τοὺς αἱρεθέντας

p.336
στρατηγοὺς εὐθὺς ἄρχειν καὶ μὴ διαλιπόντας τὸν νόμιμον χρόνον, ἐν ᾧ δίκαι τοῖς δεκάσασι τὸν δῆμον ἦσαν. ἔπειτα διὰ τοῦ ψηφίσματος τὸ διδόναι[*](τὸ διδόναι Sintenis, after Schaefer, for the MSS. τὸ διδόναι δίκας; Coraës and Bekker delete also διδόναι. ) ἀνυπεύθυνον κατασκευάσαντες ὑπηρέτας αὑτῶν καὶ φίλους ἐπὶ τὴν στρατηγίαν προῆγον, αὐτοὶ μὲν διδόντες ἀργύριον, αὐτοὶ δὲ ταῖς ψήφοις φερομέναις ἐφεστῶτες.

ὡς δὲ καὶ τούτων ἡ Κάτωνος ἀρετὴ καὶ δόξα περιῆν, ὑπʼ αἰδοῦς τῶν πολλῶν ἐν δεινῷ πολλῷ τιθεμένων ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν, ἥ τε πρώτη κληθεῖσα τῶν φυλῶν ἐκεῖνον ἀπέδειξεν, ἐξαίφνης ὁ Πομπήϊος βροντῆς ἀκηκοέναι ψευσάμενος αἴσχιστα διέλυσε τὴν ἐκκλησίαν, εἰθισμένων ἀφοσιοῦσθαι τὰ τοιαῦτα καὶ μηδὲν ἐπικυροῦν διοσημίας γενομένης.

αὖθις δὲ πολλῷ χρησάμενοι τῷ δεκασμῷ, τοὺς βελτίστους ὤσαντες ἐκ τοῦ πεδίου βίᾳ διεπράξαντο Βατίνιον ἀντὶ Κάτωνος αἱρεθῆναι στρατηγόν. ἔνθα δὴ λέγεται τοὺς μὲν οὕτω παρανόμως καὶ ἀδίκως θεμένους τὴν ψῆφον εὐθὺς ὥσπερ ἀποδράντας οἴχεσθαι, τοῖς δὲ ἄλλοις συνισταμένοις καὶ ἀγανακτοῦσι δημάρχου τινὸς αὐτόθι παρασχόντος ἐκκλησίαν καταστάντα τὸν Κάτωνα ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν,

παρορμῆσαι δὲ τοὺς πολίτας ἐπὶ Πομπήϊον καὶ Κράσσον ὡς τοιαῦτα συνειδότας αὑτοῖς, καὶ τοιαύτης ἁπτομένους πολιτείας διʼ ἣν ἔδεισαν Κάτωνα, μὴ στρατηγὸς αὑτῶν περιγένηται. τέλος δὲ ἀπιόντα εἰς τὴν οἰκίαν προὔπεμψε πλῆθος τοσοῦτον ὅσον οὐδὲ

p.338
σύμπαντας ἅμα τοὺς ἀποδεδειγμένους στρατηγούς.