Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ μὴν ἀλλὰ τῶν χρημάτων παρακομιζομένων διʼ ἀγορᾶς ὅ τε δῆμος ἐθαύμαζε τὸ πλῆθος, ἥ τε βουλὴ

p.330
συναχθεῖσα μετὰ τῶν πρεπόντων ἐπαίνων ἐψηφίσατο τῷ Κάτωνι, στρατηγίαν ἐξαίρετον δοθῆναι καὶ τὰς θέας αὐτὸν ἐν ἐσθῆτι περιπορφύρῳ θεάσασθαι. ταῦτα μὲν οὖν ὁ Κάτων παρῃτήσατο, Νικίαν δὲ τὸν οἰκονόμον τῶν βασιλικῶν ἐλεύθερον ἔπεισε τὴν βουλὴν ἀφεῖναι, μαρτυρήσας ἐπιμέλειαν καὶ πίστιν.

ὑπάτευε δὲ Φίλιππος ὁ πατὴρ τῆς Μαρκίας, καὶ τρόπον τινὰ τὸ ἀξίωμα τῆς ἀρχῆς καὶ ἡ δύναμις εἰς Κάτωνα περιῆλθεν, οὐκ ἐλάττονα τοῦ συνάρχοντος διʼ ἀρετὴν ἢ διʼ οἰκειότητα τοῦ Φιλίππου τῷ Κάτωνι τιμὴν προστιθέντος.