Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Κάτων ἐτύγχανε μὲν ὢν τότε περὶ κοιλίας κάθαρσιν, ἥκειν δὲ τὸν Πτολεμαῖον, εἰ βούλοιτο, κελεύσας πρὸς αὐτόν, ὡς δὲ ἦλθεν, οὔτε ἀπαντήσας οὔτε ὑπεξαναστάς, ἀλλʼ ὡς ἕνα τῶν ἐπιτυχόντων ἀσπασάμενος καὶ καθίσαι κελεύσας, πρῶτον αὐτοῖς τούτοις διετάραξε, θαυμάζοντα πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὑτοῦ τῆς κατασκευῆς τὴν ὑπεροψίαν καὶ βαρύτητα τοῦ ἤθους.

ἐπεὶ δὲ καὶ διαλέγεσθαι περὶ τῶν καθʼ αὑτὸν ἀρξάμενος ἠκροάσατο λόγων νοῦν πολὺν ἐχόντων καὶ παρρησίαν, ἐπιτιμῶντος αὐτῷ τοῦ Κάτωνος καὶ διδάσκοντος ὅσην εὐδαιμονίαν ἀπολιπὼν ὅσαις ἑαυτὸν ὑποτίθησι λατρείαις καὶ πόνοις καὶ δωροδοκίαις καὶ πλεονεξίαις τῶν ἐν Ῥώμῃ δυνατῶν, οὓς μόλις ἐξαργυρισθεῖσαν ἐμπλήσειν Αἴγυπτον, συμβουλεύοντος δὲ πλεῖν

p.322
ὀπίσω καὶ διαλλάττεσθαι τοῖς πολίταις, αὑτοῦ δὲ καὶ συμπλεῖν καὶ συνδιαλλάττειν ἑτοίμως ἔχοντος,

οἷον ἐκ μανίας τινὸς ἢ παρακοπῆς ὑπὸ τῶν λόγων ἔμφρων καθιστάμενος, καὶ κατανοῶν τὴν ἀλήθειαν καὶ τὴν σύνεσιν τοῦ ἀνδρός, ὥρμησε μὲν χρῆσθαι τοῖς ἐκείνου λογισμοῖς, ἀνατραπεὶς δὲ ὑπὸ τῶν φίλων αὖθις ἅμα τῷ πρῶτον ἐν Ῥώμῃ γενέσθαι καὶ θύραις ἑνὸς ἄρχοντος προσελθεῖν ἔστενε τὴν αὑτοῦ κακοβουλίαν, ὡς οὐκ ἀνδρὸς ἀγαθοῦ λόγων, θεοῦ δὲ μαντείας καταφρονήσας.